Sidebilder
PDF
ePub

1

Ὀλίγου δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ, ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί. πρότερον γὰρ οὐκ ἔχων πρόφασιν ἐφ ̓ ἧς τοῦ βίου λόγον δοίην, νυνὶ διὰ τοῦτον εἴληφα. καὶ 5 πειράσομαι τῷ λόγῳ τοῦτον μὲν ἐπιδεῖξαι ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἢ φθόνου· διὰ γὰρ οὐδὲν ἄλλο μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον οὗτος ἢ διὰ φθόνον. καίτοι ὅστις 2 10 τούτοις φθονεῖ οὓς οἱ ἄλλοι ἐλεοῦσι, τίνος ἂν ὑμῖν ὁ τοιοῦτος ἀποσχέσθαι δοκεῖ πονηρίας ; οὐ μὲν γὰρ ἕνεκα χρημάτων με συκοφαντεῖ, οὐδ ̓ ὡς ἐχθρὸν ἑαυτοῦ με τιμωρεῖται διὰ γὰρ τὴν πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε 15 ἐχρησάμην αὐτῷ. ἤδη τοίνυν, ὦ βουλή, δῆλός 3 ἐστι φθονῶν, ὅτι τοιαύτῃ κεχρημένος συμφορᾷ τούτου βελτίων εἰμὶ πολίτης. καὶ γὰρ οἶμαι δεῖν, ὦ βουλή, τὰ τοῦ σώματος δυστυχήματα τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἰᾶσθαι καλῶς. 20 εἰ γὰρ ἐξ ἴσου τῇ συμφορᾷ καὶ τὴν διάνοιαν ἕξω καὶ τὸν ἄλλον βίον διάξω, τί τοῦτου διοίσω;

2

§ 2. He asserts that I receive State charity unfairly, because (1) I am of a sound body, (2) I have a trade sufficient to maintain me. To prove the first he alleges that I ride on horseback; and to prove the second that I associate with rich men.

(a.) I will answer the second assertion first. My father 1 ὀλίγου Cobetus. Scheibe οὐ πολλοῦ. W. πολλὴν ὀλίγου. 1. 3 pro ἐφ ̓ ἧς Francken ἐφ' ᾖ.

2 Vulgo εἰ μὲν γὰρ . εἰ δ ̓ ὡς

tus ψεύδεται delet, εἰς

[ocr errors]

τιμωρεῖται ψεύδεται.

εἰ in οὐ μὲν . . οὔδ' mutat. Scheibe assentit. W. εἰ δ ̓ ὡς . . τιμωρεῖται ψεύδεται.

Cobe

Cui

4

left me nothing. Till three years ago I was maintaining my mother. I have no sons of an age to help me. My trade is laborious and not lucrative, and I can get no one to take my work in it. Do not therefore deprive me in my old age of what was thought due to me when I was younger, and therefore less in need of it. Rich! would not he prefer to be Choragus ten times rather than exchange properties with me?

Περὶ μὲν οὖν τούτων τοσαῦτά μοι εἰρήσθω· ὑπὲρ ὧν δὲ μοι προσήκει λέγειν ὡς ἂν οἷόν τε διὰ βραχυτάτων ἐρῶ. φησὶ γὰρ ὁ κατήγορος οὐ δικαίως με λαμβάνειν τὸ παρὰ τῆς πόλεως 25 ἀργύριον· καὶ γὰρ τῷ σώματι δύνασθαι καὶ οὐκ εἶναι τῶν ἀδυνάτων, καὶ τέχνην ἐπίστασθαι τοιαύτην ὥστε καὶ ἄνευ τοῦ διδομένου τούτου 5 ζῇν. καὶ τεκμηρίοις χρῆται τῆς μὲν τοῦ σώματος ῥώμης, ὅτι ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τῆς δ ̓ ἐν 30 τῇ τέχνῃ εὐπορίας, ὅτι δύναμαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν. τὴν μὲν οὖν ἐκ τῆς τέχνης εὐπορίαν καὶ τὸν ἄλλον τὸν ἐμὸν βίον, οἷος τυγχάνει, πάντας ὑμᾶς οἴομαι γινώ6 σκειν· ὅμως δὲ κἀγὼ διὰ βραχέων ἐρῶ. ἐμοὶ 35 γὰρ ὁ μὲν πατὴρ κατέλιπεν οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρίτον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν οἵ με θεραπεύ σουσι. τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν, ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, 40 τὸν διαδεξόμενον δ ̓ αὐτὴν οὔπω δύναμαι κτήσασθαι. πρόσοδος δέ μοι οὐκ ἔστιν ἄλλη πλὴν ταύτης, ἣν ἂν ἀφέλησθέ με, κινδυνεύσαιμ ̓ ἂν 7 ὑπὸ τῇ δυσχερεστάτῃ γενέσθαι τύχῃ. μὴ τοίνυν,

45 ἐπειδή γε ἔστιν, ὦ βουλή, σῶσαι με δικαίως, ἀπολέσητε ἀδίκως· μηδὲ ἃ νεωτέρῳ καὶ μᾶλλον ἐρρωμένῳ ὄντι ἔδοτε, πρεσβύτερον καὶ ἀσθενέτερον γιγνόμενον ἀφέλησθε· μηδὲ πρότερον καὶ περὶ τοὺς οὐδὲν ἔχοντας κακὸν ἐλεημονέστατοι 50 δοκοῦντες εἶναι νυνὶ διὰ τοῦτον τοὺς καὶ τοῖς ἐχθροῖς ἐλεεινοὺς ὄντας ἀγρίως ἀποδέξησθε· μηδ' ἐμὲ τολμήσαντες ἀδικῆσαι καὶ τοὺς ἄλλους τοὺς ὁμοίως ἐμοὶ διακειμένους ἀθυμῆσαι ποιήσητε. καὶ γὰρ ἂν ἄτοπον εἴη, ὦ βουλή, εἰ ὅτε μὲν ἁπλῆ 8 55 μοι ἦν ἡ συμφορά, τότε μὲν φαινοίμην λαμβάνων τὸ ἀργύριον τοῦτο, νῦν δ ̓ ἐπειδὴ καὶ γῆρας καὶ νόσοι καὶ τὰ τούτοις ἑπόμενα 3 κακὰ προσγίνεταί μοι, τότε ἀφαιρεθείην. δοκεῖ δέ μοι τῆς πενίας 9 τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι 60 σαφέστατα μόνος ἀνθρώπων. εἰ γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλ λον ἢ ἀντιδοῦναι ἅπαξ. καὶ πῶς οὐ δεινόν ἐστι νῦν μὲν κατηγορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ 65 ἴσου δύναμαι συνεῖναι τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμενον, τοιοῦτον εἶναι; καὶ ἔστι τι πονηρότερον ;

και ώς ούκ

4

(6.) As to my riding on horseback. It is the result of my bodily infirmity. I only do it to be able to go on such journeys as I am forced to take. It is a proof of poverty; for if I had been rich I should have ridden on

3 Scheibe ἐχόμενα.

4 MSS. εἶναι καὶ ἔτι πονηρότερον. Scheibii emendationem dedi, non quo pro certo habeo sed quia in loco corrupto nihil melius mihi in mentem venit. Cobetus καὶ τί ἔτι.

ΙΟ

a mule, not borrowed horses. He might just as well allege the fact of my using two walking-sticks instead of one, as a proof of wealth.

Περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς, οὐ πολὺς ὁ λόγος. ἔγνων 70 γάρ, ὦ βουλή, πάντας τοὺς ἔχοντάς τι δυστύχημα τοιοῦτόν τι ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν, ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκός πάθος. ὧν εἷς ἐγὼ, καὶ περιπεπτωκὼς τοιαύτῃ συμφορᾷ ταύτην ἐμαυτῷ ῥᾳστώνην ἐξεῦρον εἰς 75 11 τὰς ὁδοὺς τὰς μακροτέρας τῶν ἀναγκαίων μ δὲ

Ο

μέγιστον, ὦ βουλή, τεκμήριον ὅτι διὰ τὴν συμφορὰν ἀλλ ̓ οὐ διὰ τὴν ὕβριν, ὡς οὗτός φησιν, ἐπὶ τοὺς ἵππους ἀναβαίνω ῥᾴδιόν ἐστι μαθεῖν. εἰ γὰρ ἐκεκτήμην οὐσίαν, ἐπ ̓ ἀστράβης ἂν ὠχούμην, 80 ἀλλ ̓ οὐκ ἐπὶ τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον· νυνὶ δ ̓ ἐπειδὴ τοιοῦτον οὐ δύναμαι κτήσασθαι, τοῖς ἀλλοτρίοις ἵπποις ἀναγκάζομαι χρῆσθαι 12 πολλάκις. καίτοι πῶς οὐκ ἄτοπόν ἐστιν, ὦ βουλή, τοῦτον αὐτόν, εἰ μὲν ἐπ ̓ ἀστράβης ὀχού- 85 μενον ἑώρα με, σιωπᾶν ἄν (τί γὰρ ἂν καὶ ἔλεγεν ;), ὅτι δ ̓ ἐπὶ τοὺς ᾐτημένους ἵππους ἀναβαίνω, πειρᾶσθαι πείθειν ὑμᾶς ὡς δυνατός εἰμι; καὶ ὅτι μὲν δυοῖν βακτηρίαιν χρῶμαι, τῶν ἄλλων μια χρωμένων, μὴ κατηγορεῖν ὡς καὶ τοῦτο τῶν 90 δυναμένων ἐστίν· ὅτι δ ̓ ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τεκμηρίῳ χρῆσθαι πρὸς ὑμᾶς ὡς εἰμὶ τῶν δυναμένων ; οἷς ἐγὼ διὰ τὴν αὐτὴν αἰτίαν ἀμφοτέροις χρῶμαι.

95

§ 3. If I am not physically incapacitated, let me be elected Archon, and he take my dole. He cannot say in one breath that I am sound, and in the next that I am too unsound to be Archon.

Τοσοῦτον δὲ διενήνοχεν αναισχυντίᾳ τῶν 13 ἁπάντων ἀνθρώπων, ὥστε ὑμᾶς πειρᾶται πείθειν, τοσούτους ὄντας εἷς ὤν, ὡς οὐκ εἰμὶ τῶν ἀδυνά των ἐγώ. καίτοι εἰ τοῦτο πείσει τινὰς ὑμῶν, ὦ βουλή, τί με κωλύει κληροῦσθαι τῶν ἐννέα ἀρχόν 100 των, καὶ ὑμᾶς ἐμοῦ μὲν ἀφελέσθαι τὸν ὀβολὸν ὡς ὑγιαίνοντος, τούτῳ δὲ ψηφίσασθαι πάντας ὡς ἀναπήρῳ; οὐ γὰρ δήπου τὸν αὐτὸν ὑμεῖς μὲν ὡς δυνάμενον ἀφαιρήσεσθε τὸ διδόμενον, οἱ δὲ ὡς ἀδύνατον ὄντα κληροῦσθαι κωλύσουσιν. ἀλλὰ 14 105 γὰρ οὔτε ὑμεῖς τούτῳ τὴν αὐτὴν ἔχετε γνώμην, οὔθ ̓ οὗτος εὖ ποιῶν. ὁ μὲν γὰρ ὥσπερ ἐπικλήρου τῆς συμφορᾶς οὔσης ἀμφισβητήσων ἥκει καὶ πειρᾶται πείθειν ὑμᾶς ὡς οὐκ εἰμὶ τοιοῦτος οἷον ὑμεῖς ὁρᾶτε πάντες· ὑμεῖς δὲ (ὃ τῶν εὖ 110 φρονούντων ἔργον ἐστί) μᾶλλον πιστεύετε τοῖς ὑμετέροις αὐτῶν ὀφθαλμοῖς ἢ τοῖς τούτου λόγοις.

§ 4. He next says (1) that I am violent and disorderly in my conduct. He must be joking. These are the vices of the young, the rich, and the strong ; not of the old and crippled.

Λέγει δ ̓ ὡς ὑβριστής εἰμι καὶ βίαιος καὶ λίαν 15 ἀσελγῶς διακείμενος, ὥσπερ εἰ φοβερῶς ὀνομάσαι μέλλων ἀληθῆ λέγειν, ἀλλ ̓ οὐκ, ἂν πάνυ πρα

5 Α1. ὅστις εὖ φρονῶν vel νοῶν. Sed sanum puto. Kayser οὔθ ̓ οὗτος ἑαυτῷ.

« ForrigeFortsett »