Sidebilder
PDF
ePub

ζου βαρὺ δ ̓ ἀμβόασον

οὐράνὶ ἄχη, δα,

τεῖνε δὲ δυσβάϋκτον

βοᾶτιν τάλαιναν αὐδάν.

κναπτόμενοι δ ̓ ἁλὶ δεινᾷ, φεῦ,

σκύλλονται πρὸς ἀναύδων, ἐὴ,
παίδων τας αμιάντου, ἀὰ,
πενθεῖ δ ̓ ἄνδρα δόμος στερη-
θεὶς, τοκέες δ ̓ ἄπαιδες
δαιμόνι ̓ ἄχη, οὰ,
δυρόμενοι γέροντες

τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
τοὶ δ ̓ ἀνὰ γᾶν Ασίαν δὴν
οὐκέτι περσονομοῦνται,

οὐκέτι δασμοφοροῦσιν
δεσποσύνοισιν ἀνάγκαις,
οὐδ ̓ ἐς γᾶν προπίτνοντες
ἄρξονται. βασιλεία
γὰρ διόλωλεν ἰσχύς.

οὐδ ̓ ἔτι γλῶσσα βροτοῖσιν
ἐν φυλακαῖς· λέλυται γὰρ
λαὸς ἐλεύθερα βάζειν,
ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.

575 ἀντ. β'.

580

στρ. γ'. 585

590

ἀντ. γ'.

αἱμαχθεῖσα δ ̓ ἄρουραν

Αἴαντος περικλύστα

595.

νᾶσος ἔχει τὰ Περσᾶν.

ΑΤ. φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,

ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φιλεῖ·
ὅταν δ ̓ ὁ δαίμων εὐροῇ, πεποιθέναι

600

τὸν αὐτὸν ἀεὶ δαίμον ̓ οὐριεῖν τύχης. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, βοᾷ δ ̓ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. τοιγὰρ κέλευθον τήνδ ̓ ἄνευ τ ̓ ὀχημάτων χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς φέρουσ', ἅπερ νεκροῖσι μειλικτήρια, βοός τ ̓ ἀφ ̓ ἁγνῆς λευκὸν εὔποτον γάλα, τῆς τ ̓ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε τῆς τ ̓ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα. ἀλλ ̓, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα Δαρεῖον ἀγκαλεῖσθε, γαπότους δ ̓ ἐγὼ τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς. ΧΟ. βασίλεια γύναι, πρέσβος Πέρσαις,

605

610

615

620

σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
ἡμεῖς θ ̓ ὕμνοις αιτησόμεθα

625

[blocks in formation]

μόνος ἂν θνητῶν πέρας εἴποι.

ἦ ῥ ̓ ἀΐει μου μακαρίτας ἰσοδαίμων βασιλεὺς στρ. α'. βάρβαρα σαφηνῆ

ἱέντος τὰ παναίολ ̓ αἰανῆ δύσθροα βάγματα; 635 παντάλαν ̓ ἄχη διαβοάσω;

νέρθεν ἆρα κλύει μου;

ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι χθονίων ἁγεμό

νες,

δαίμονα μεγαυχῆ

ἀντ. α ́. 640

ἰόντ ̓ αἰνέσατ ̓ ἐκ δόμων, Περσῶν Σουσιγενῆ θεόν πέμπετε δ ̓ ἄνω οἷον οὔπω

Περσίς απ' ἐκάλυψεν.

645

ὦ φίλος ἀνὴρ, φίλος ὄχθος φίλα γὰρ κέκευθεν

ἤθη. στρ. β'. Αϊδωνεὺς δ ̓ ἀναπομπὸς ἀνείης Αϊδωνεύς 650 Δαρεῖον, οἶον ἄνακτα Δαρειάν. ἠ

οὔτε γὰρ ἄνδρας ποτ ̓ ἀπώλλυ πολεμοφθόροισιν

ἀντ. Β'.

ἄταις, θεομήστωρ δ ̓ ἐκικλήσκετο Πέρσαις, θεομήστωρ δ' ἔσκεν, ἐπεὶ στρατὸν εὖ ἐποδώκει. ἠέ. βαλὴν ἀρχαῖος βαλὴν ἴθι, ἱκοῦ,

στρ. γ'.

660

ἀντ. γ'. 665

ἔλθ ̓ ἐπ' ἄκρον κόρυμβον ὄχθου,
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
βασιλείου τιάρας φάλαρον πιφαύσκων.
βάσκε πάτερ ἄκακε Δαρειὰν, οἶ.
όπως καινά τε κλύῃς νέα τ ̓ ἄχη,
δέσποτα δεσπότου, φάνηθι.
Στυγία γάρ τις ἐπ ̓ ἀχλὺς πεπόταται
νεολαία γὰρ ἤδη κατὰ πᾶσ ̓ ἔλωλε.
βάσκε πάτερ ἄκακε Δαρειὰν, οἶ.

670

αἰαὶ αἰαῖ.

ἐπῳδός.

675

ὦ πολύκλαυτε φίλοισι θανών,

τί τάδε δυνατα δυνάτα

περὶ τῷ σῷ δίδυμα δι ̓ ἄνοιαν ἁμάρτια

πάσα γῇ σῇ τῇδ ̓; ἐξέφθινθ' αἱ τρίσκαλμοι

ναες ἄναες ἄναες.

ΔΑΡΕΙΟΣ.

680

ὦ πιστὰ πιστῶν ἥλικές θ' ἥβης ἐμῆς
Πέρσαι γεραιοὶ, τίνα πόλις πονεῖ πόνον;
στένει, κέκοπται, καὶ χαράσσεται πέδον·
λεύσσων δ ̓ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
ταρβώ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
ὑμεῖς δὲ θρηνεῖτ ̓ ἐγγὺς ἑστῶτες τάφου,
καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις

οἰκτρῶς καλεῖσθέ μ', ἐστὶ δ ̓ οὐκ εὐέξοδον,
ἄλλως τε πάντως χοὶ κατὰ χθονὸς θεοὶ
λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
ὅμως δ ̓ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
ἥκω· τάχυνε δ', ὡς ἄμεμπτος ὦ χρόνου.

τί δ ̓ ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακέν;

685

690

ΧΟ. σέβομαι μὲν προσιδέσθαι, σέβομαι δ ̓ ἀντία λέ

ξαι

σέθεν, ἀρχαίῳ περὶ τάρβει.

στρ. 694

696

ΔΑ. ἀλλ ̓ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος, μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς. ΧΟ. δίομαι μὲν χαρίσασθαι, δίομαι δ ̓ ἀντία φά ἀντ. 700

σθαι,

λέξας δύσλεκτα φίλοισιν.

ΔΑ. ἀλλ ̓ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται, τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ', εὐγενές γύναι, κλαυμάτων λήξασα τῶνδε καὶ γύων σαφές τί μοι 705 λέξον. ἀνθρώπεια δ ̓ ἄν τοι πήματ' ἂν τύχοι βροτοῖς· πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ ̓ ἐκ χέρσου κακὰ

γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἣν ταθῇ πρόσω, ΑΤ. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ, ὅς θ ̓, ἕως ἔλευσσες αὐγὰς ἡλίου, ζηλωτὸς ὢν γιο βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος πάντα γὰρ, Δαρεῖ ̓, ἀκούσει μῦθον ἐν βραχεῖ χρόνῳ· διαπεπόρθηται τὰ Περσῶν πράγμαθ', ὡς εἰπεῖν ἔπος. ΔΑ. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς, ἢ στάσις

πόλει ; 715 ΑΤ. οὐδαμῶς, ἀλλ ̓ ἀμφ' ̓Αθήνας πᾶς κατέφθαρται στρατός.

ΔΑ. τίς δ ̓ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον. ΑΤ. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. ΔΑ. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ' ἐμώρανεν τάλας; ΑΤ. ἀμφότερα διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.

720

ΔΑ. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν ; ΑΤ. μηχαναῖς ἔζευξεν Ελλης πορθμὸν, ὥστ ̓ ἔχειν πόρον. Δ.Α. καὶ τόδ ̓ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν ; ΑΤ. ὧδ ̓ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. ΔΑ. φεύ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν 725

καλῶς.

ΑΤ. ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.

ΔΑ. καὶ τί δὴ πράξασιν αὐτοῖς ὡδ ̓ ἐπιστενάζετε;

« ForrigeFortsett »