Sidebilder
PDF
ePub

ΟΔΥΣΣΕΙΑΣ Ψ.

Ὀδυσσέως ὑπὸ Πηνελόπης ἀναγνωρισμός.

ARGUMENT.-Eurycleia the nurse goes to tell Penelope that the suitors are dead and Odysseus is returned, and that the beggar who sat in rags in the hall is he. But Penelope will not believe, even when she sees Odysseus; but she makes trial of him, bidding them bring forth his bed from the chamber which he had built. Then Odysseus is wroth, thinking that the bed has been moved; for he had fashioned it upon the stump of an olive tree rooted in the ground, so that no one could move it unless he sawed through the trunk of the tree. So Penelope knows that he is indeed Odysseus; and they go together to the chamber, and Odysseus tells of all his wanderings on his journey home. Then at the dawn of day he puts on his armour, and takes Telemachus and Eumaeus and Philoetius, and goes out of the town to see his father Laertes.

Γρηῒς δ ̓ εἰς ὑπερῷ ἀνεβήσετο καγχαλόωσα
δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
γούνατα δ ̓ ἐῤῥώσαντο, πόδες δ ̓ ὑπερικταίνοντο.
στῆ δ ̓ ἄρ ̓ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν
Ἔγρεο Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδησι
ὀφθαλμοῖσι τεοῖσι, τά τ ̓ ἔλδεαι ἤματα πάντα.
ἦλθ' Οδυσεὺς καὶ οἶκον ἱκάνεται ὀψέ περ ἐλθών.
μνηστῆρας δ ̓ ἔκτεινεν ἀγήνορας, οἵ τέ οἱ οἶκον
κήδεσκον καὶ κτήματ ̓ ἔδον βιόωντό τε παῖδα.

5

τὴν δ ̓ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

10

Penelope hears from Eurycleia of the slaughter of the suitors,

Μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ' ἐόντα,
καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
οἱ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
τίπτέ με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ' ἀνεγείρεις
ἡδέος, ὅς μ' ἐπέδησε φίλα βλέφαρ' ἀμφικαλύψας;
οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ ̓ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
ἀλλ ̓ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχεν μέγαρον δέ.
εἰ γάρ τίς μ' ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
ταῦτ ̓ ἐλθοῦσ ̓ ἤγγειλε καὶ ἐξ ὕπνου μ' ἀνέγειρε,
τῶ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.

τὴν δ ̓ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
Οὔ τί σε λωβεύω τέκνον φίλον, ἀλλ ̓ ἔτυμόν τοι
ἦλθ ̓ Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
Τηλέμαχος δ ̓ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
ὄφρ ̓ ἀνδρῶν τίσαιτο βίην υπερηνορεόντων.

ὡς ἔφαθ', ἣ δ' ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα γρηὶ περιπλέχθη, βλεφάρων δ ̓ ἀπὸ δάκρυον ἧκε· καί μιν φωνήσασ ̓ ἔπεα πτερόεντα προσηύδα·

Εἰ δ ̓ ἄγε δή μοι μαλα φίλη νημερτὲς ἔνισπε, εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις, ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε μοῦνος ἐών, οἳ δ ̓ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.

τὴν δ ̓ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·

15

20

25

30

35

but she will not believe that Odysseus has returned.

Οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἷον ἄκουσα
κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων ἐυπήκτων
ἥμεθ ̓ ἀτυζόμεναι, σανίδες δ ̓ ἔχον εὖ ἀραρυίαι,
πρίν γ' ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
εὗρον ἔπειτ' Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
ἑστεῶθ ̓· οἳ δέ μιν ἀμφὶ κραταίπεδον οὖδας ἔχοντες
κείατ ̓ ἐπ ̓ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης
[αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὡς τε λέοντα].
νῦν δ ̓ οἱ μὲν δὴ πάντες ἐπ ̓ αὐλείῃσι θύρῃσιν
ἀθρόοι, αὐτὰρ ὃ δῶμα θεειοῦται περικαλλὲς
πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
ἀλλ ̓ ἕπευ, ὄφρα σφῶι ἐυφροσύνης ἐπιβῆτον
ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
νῦν δ ̓ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
καὶ παῖδ ̓ ἐν μεγάροισι· κακῶς δ ̓ οἵ πέρ μιν ἔρεζον
μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.

τὴν δ ̓ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
Μαΐα φίλη, μή πω μέγ' ἐπεύχεο καγχαλόωσα.
οἶσθα γάρ, ὥς κ ̓ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
πᾶσι, μάλιστα δ ̓ ἐμοί τε καὶ υἱέι, τὸν τεκόμεσθα·
ἀλλ ̓ οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
ἀλλά τις ἀθανάτων κτεῖνε μνηστήρας ἀγαθοὺς
ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,

οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅ τέ σφεας εἰσαφίκοιτο· τῶ δι' ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Αχαιίδος, ὤλετο δ ̓ αὐτός.

40

45

50

55

60

65

She goes down to the hall, but still does not recognise Odysseus.

τὴν δ ̓ ἠμείβετ ̓ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· Τέκνον ἐμόν, ποιόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, ἢ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ οὔ ποτ ̓ ἔφησθα οἴκαδ ̓ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος. ἀλλ ̓ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλό τι εἴπω, οὐλήν, τήν ποτέ μιν σὺς ἤλασε λευκῷ ὀδόντι. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ εἰπέμεν· ἀλλά μ' ἐκεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ ἔα επέμεναι πολυϊδρείῃσι νόοιο. ἀλλ ̓ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, αἴ κέν σ ̓ ἐξαπάφω, κτείναί μ' οἰκτίστῳ ὀλέθρῳ. τὴν δ ̓ ἠμείβετ ̓ ἔπειτα περίφρων Πηνελόπεια· Μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴρυσθαι μάλα περ πολύιδριν ἐοῦσαν· ἀλλ' ἔμπης ἴομεν μετὰ παῖδ ̓ ἐμόν, ὄφρα ἴδωμαι ἄνδρας μνηστήρας τεθνηότας, ἠδ ̓ ὃς ἔπεφνεν.

ὣς φαμένη κατέβαιν ̓ ὑπερώια· πολλὰ δέ οἱ κῆρ ὥρμαιν ̓ ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι, ἢ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα. ἣ δ ̓ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάινον οὐδόν, ἕξετ ̓ ἔπειτ' Ὀδυσῆος ἐναντίον ἐν πυρὸς αὐγῇ τοίχου τοῦ ἑτέρου· ὃ δ ̓ ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων ποτιδέγμενος, εἴ τί μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ἡ δ ̓ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· ὄψει δ' ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, ἄλλοτε δ ̓ ἀγνώσασκε κακὰ χροῒ εἵματ ̓ ἔχοντα. Τηλέμαχος δ ̓ ἐνένιπεν, ἔπος τ ̓ ἔφατ ̓ ἔκ τ ̓ ὀνόμαζε Μῆτερ ἐμὴ δύσμητερ ἀπηνέα θυμὸν ἔχουσα,

[blocks in formation]

Odysseus wishes to conceal from the people what had been done.

τίφθ' οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ ̓ αὐτὸν
ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς ;
οὐ μέν κ' ἄλλη γ ̓ ὧδε γυνὴ τετληότι θυμῷ
ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
ἔλθοι ἐεικοστῷ ἔτει ἐς πατρίδα γαῖαν·
σοὶ δ' αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.

τὸν δ ̓ αὖτε προσέειπε περίφρων Πηνελόπεια
Τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ ̓ ἐρέεσθαι
οὐδ ̓ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δ ̓ ἐτεὸν δὴ
ἔστ ̓ Οδυσεὺς καὶ οἶκον ἱκάνεται, ἢ μάλα νι
γνωσόμεθ ̓ ἀλλήλων καὶ λώιον· ἔστι γὰρ ἡμῖν
σήμαθ ̓, ἃ δὴ καὶ τῶι κεκρυμμένα ἴδμεν ἀπ ̓ ἄλλων.
ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Οδυσσεύς,
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·

Τηλέμαχ', ἢ τοι μητέρ' ἐνὶ μεγάροισιν ἔασον πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον. νῦν δ ̓ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἶμαι, τοὔνεκ ̓ ἀτιμάζει με καὶ οὔ πώ φησι τὸν εἶναι. ἡμεῖς δὲ φραζώμεθ ̓, ὅπως ὄχ ̓ ἄριστα γένηται. καὶ γάρ τίς θ ̓ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, « μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· ἡμεῖς δ ̓ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ' ἄριστοι κούρων εἶν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.

τὸν δ ̓ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Αὐτὸς ταῦτά γε λεῦσσε πάτερ φίλε· σὴν γὰρ ἀρίστην μῆτιν ἐπ ̓ ἀνθρώπους φάσ ̓ ἔμμεναι, οὐδέ κέ τίς τοι ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.

100

105

110

115

120

125

« ForrigeFortsett »