Sidebilder
PDF
ePub

μης ἀξίων. ἐν τούτοις γέγραπται, ὅτι ἐν Ἱεροσολύμοις φκοδομήθη ναὸς ὑπὸ Σολομῶνος τοῦ βασιλέως, ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα καὶ τρισὶν καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα, ἀνεγράφη δὲ παρ ̓ ἐκείνοις ἡ τοῦ ναοῦ κατασκευὴ τοῦ παρ' ἡμῖν. Εἴρωμος γὰρ ὁ τῶν Τυρίων βασιλεὺς φίλος ἦν τοῦ βασιλέως ἡμῶν Σολομῶνος, πατρικὴν πρὸς αὐτὸν φιλίαν διαδεδεγμένος· αὐτὸς οὖν συμφιλοτιμού μενος εἰς τὴν τοῦ κατασκευάσματος τῷ Σολομῶνι λαμπρό τητα, χρυσίου μὲν εἴκοσι καὶ ἑκατὸν ἔδωκε τάλαντα· τεμὼν δὲ καλλίστην ὕλην ἐκ τοῦ ὄρους, ὃ καλεῖται Λίβανος, εἰς τὸν ὄροφον ἀπέστειλεν· ἀντεδωρήσατο δὲ αὐτῷ ὁ Σολομῶν ἄλλοις τε πολλοῖς καὶ γῇ κατὰ χώραν τῆς Γαλιλαίας τῇ Χαβουλῶν λεγομένῃ. μάλιστα δὲ αὐτοὺς εἰς φιλίαν τῆς σοφίας συνῆγεν ἐπιθυμία· προβλήματα γὰρ ἀλλήλοις ἀντεπέστελλον λύειν κελεύοντες, καὶ κρείττων ἐν τούτοις ἦν ὁ Σολομῶν, καὶ τἆλλα σοφώτερος, σώζονται δὲ μέχρι νῦν παρὰ τοῖς Τυρίοις πολλαὶ τῶν ἐπιστολῶν, ἃς ἐκεῖνοι πρὸς ἀλλήλους ἔγραψαν. ὅτι δὲ οὐ λόγος ἐστὶν ὑπ' ἐμοῦ συγκείμενος ὁ περὶ τῶν παρὰ τοῖς Τυρίοις γραμμάτων, παραθήσομαι μάρτυρα Δῖον, ἄνδρα περὶ τὴν Φοινικικὴν ἱστορίαν ἀκριβῆ γεγονέναι πεπιστευμένον. οὗτος τοίνυν ἐν ταῖς περὶ Φοινίκων ἱστορίαις γράφει τον τρό πον τοῦτον· “Αβιβάλου τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Εἰ ρωμος ἑβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσεν, καὶ μεῖζον τὸ ἄστυ πεποίηκεν, καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ ̓ ἑαυτὸ ὂν ἐν νήσῳ, χώσας τὸν μεταξὺ τόπον, συνῆψε τῇ πόλει, καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν· ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ναῶν κατασκευήν. τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολομῶνα πέμψαι φασὶ πρὸς τὸν Εἴρωμον αἰνίγματα καὶ παρ' αὐτοῦ λαβεῖν ἀξιοῦν· τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν. ὁμολογήσαντα δὲ τὸν Εἴρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι. εἶτα δὴ ̓Αβδήμονόν τινα Τύριον ἄνδρα τὰ προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν· μὴ λύσαντα τὸν Σολομῶνα πολλὰ τῷ Εἱρώμῳ προσαποτίσαι χρήματα.” Δῖος μὲν οὕτω περὶ τῶν προειρημένων ἡμῖν με μαρτύρηκεν. (Cap. 18.) ̓Αλλὰ πρὸς τούτῳ παραθήσομαι

Μένανδρον τὸν Ἐφέσιον. γέγραφε δὲ οὗτος τὰς ἐφ ̓ ἑκάστου τῶν βασιλέων πράξεις παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις γενομένας, ἐκ τῶν παρ' ἐκείνοις ἐπιχωρίων γραμμάτων σπουδάσας τὴν ἱστορίαν μαθεῖν. γράφων δὴ περὶ τῶν βεβασιλευκότων ἐν Τύρω, ἔπειτα γενόμενος κατὰ τὸν Εἴρωμον, ταῦτά φησι· “ τελευτήσαντος δὲ ̓Αβιβάλου διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Εἵρωμος, ὃς βιώσας ἔτη πεντήκοντα τρία ἐξασίλευσεν ἔτη τριάκοντα τέσσαρα. οὗτος ἔχωσε τὸν εὐρύχωρον τόν τε χρυσοῦν κίονα τὸν ἐν τοῖς τοῦ Διὸς ἀνέθηκεν· ἔτι τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν, ἀπὸ τοῦ λεγομένου ὄρους Λιβάνου, κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας· καθελών τε τὰ ἀρχαῖα ἱερὰ καινοὺς ναοὺς ᾠκοδόμησε τό τε τοῦ Ἡρακλέους καὶ τῆς ̓Αστάρτης τέμενος ἀνιέρευσεν, καὶ τὸ μὲν τοῦ Ἡρακλέους πρῶτον ἐποιήσατο ἐν τῷ Περιτίῳ μηνὶ, εἶτα τὸ τῆς ̓Αστάρτης, ὁπότε Τιτυοῖς ἐπεστράτευσεν μὴ ἀποδιδοῦσι τοὺς φόρους. οὓς καὶ ὑποτάξας ἑαυτῷ πάλιν ἀνέστρεψεν. ἐπὶ τούτου δέ τις ἦν ̓Αβδήμονος παῖς νεώτερος, ὃς ἐνίκα τὰ προβλήματα, ἃ ἐπέτασσε Σολομων ὁ Ἱεροσολύμων βασι λεύς.” ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι τῆς Καρχηδόνος κτίσεως οὕτως· “ τελευτήσαντος Εἱρώμου διεδέξατο τὴν βασιλείαν Βαλεάζαρος ὁ υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα τρία ἐξασίλευσεν ἔτη ἑπτά. μετὰ τοῦτον ̓Αβδάσταρτος ὁ αὐτοῦ υἱὸς βιώσας ἔτη εἴκοσιν ἐννέα ἐβασίλευσεν ἔτη ἐννέα. τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ υἱοὶ τέσσαρες ἐπιβουλεύσαντες ἀπώλεσαν, ὧν ὁ πρεσβύτερος ἐβασίλευσεν ἔτη δεκαδύο· μεθ ̓ οὓς Ασταρτος ὁ Δελαιαστάρτου, ὃς, βιώσας ἔτη πεντήκοντα τέσσαρα, ἐβασίλευσεν ἔτη δώδεκα. μετὰ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ ̓Ασέρυμος, βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα, ἐβασίλευσεν ἔτη ἐννέα. οὗτος ἀπώλετο ὑπὸ τοῦ ἀδελφοῦ Φέλητος, ὃς λαβων τὴν βασιλείαν ἦρξε μῆνας οκτώ, βιώσας ἔτη πεντήκοντα. τοῦτον ἀνεῖλεν Εἰθώβαλος ὁ τῆς ̓Αστάρτης ἱερεὺς, ὃς, βασιλεύσας ἔτη τριακονταδύο, ἐξίωσεν ἔτη ἑξηκονταοκτώ. τοῦτον διεδέξατο Βαδέζωρος υἱὸς, ὃς, βιώσας ἔτη τεσσαρα. κονταπέντε, ἐβασίλευσεν ἔτη ἕξ. τούτου διάδοχος γέγονε Μάτγηνος ὁ υἱὸς, ὃς, βιώσας ἔτη τριακονταδύο, ἐβασί λευσεν ἔτη ἐννέα. τούτου διάδοχος γέγονε Φυγμαλίων,

βιώσας δ ̓ ἔτη πεντηκονταέξ, ἐβασίλευσεν ἔτη τεσσαρα κονταεπτά. ἐν δὲ τῷ ἐπ ̓ αὐτοῦ ἑβδόμῳ ἔτει ἡ ἀδελφὴ αὐτοῦ φυγοῦσα ἐν τῇ Λιβύῃ πόλιν ᾠκοδόμησε Καρχηδόνα.” άγεται δὲ πᾶς ὁ χρόνος ἀπὸ τῆς Εἰρώμου βασιλείας ἄχρι Καρχηδόνος κτίσεως ἔτη ρνέ, μῆνες ή.

συν

2. DE ITHOBALO, NABUCHODONOSORI ÆQUALI, EJUSQUE SUCCESSORIBUS USQUE AD CYRI TEMPORA.

(C. Ap. i. cap. 21. ed. Hav. p. 452.)

Προσθήσω δὲ καὶ τὰς τῶν Φοινίκων ἀναγραφάς· οὐ γὰρ παραλειπτέον τῶν ἀποδείξεων τὴν περιουσίαν. ἔστι δὲ τοι αύτη τῶν χρόνων ἡ καταρίθμησις· “ ἐπὶ Εἰθωβάλου τοῦ βασιλέως ἐπολιόρκησε Ναβουχοδονόσορος τὴν Τύρον ἐπ ̓ ἔτη δεκατρία. μετὰ τοῦτον ἐβασίλευσε Βαὰλ ἔτη δέκα. μετὰ τοῦτον δικασταὶ κατεστάθησαν καὶ ἐδίκασαν· Ἐκνίβαλος Βασλάχου μῆνας δύο, Χέλβης ̓Αβδαίου μῆνας δέκα, Α 6βαρος ἀρχιερεὺς μῆνας τρεῖς, Μύτγονος καὶ Γεράστρα. τος τοῦ ̓Αβδηλέμου δικασταὶ ἔτη ἐξ, ὧν μεταξὺ ἐβασίλευσε Βαλάτορος ἐνιαυτὸν ἕνα. τούτου τελευτήσαντος ἀποστεί λαντες μετεπέμψαντο Μέρβαλον ἐκ τῆς Βαβυλῶνος, καὶ ἐβασίλευσεν ἔτη τέσσαρα. τούτου τελευτήσαντος μετεπέμ ψαντο τὸν ἀδελφὸν αὐτοῦ Εἴρωμον, ὃς ἐβασίλευσεν ἔτη εἴκοσιν· ἐπὶ τούτου Κῦρος Περσῶν ἐδυνάστευσεν.” οὐκοῦν ὁ σύμπας χρόνος ἔτη πεντήκοντα τέσσαρα καὶ τρεῖς μήνες πρὸς αὐτοῖς. ἑβδόμῳ μὲν γὰρ περὶ τῆς Ναβουχοδονοσόρου βασιλείας ἤρξατο πολιορκεῖν Τύρον, τεσσαρεσκαιδεκάτῳ δ' ἔτει τῆς Εἰρώμου Κῦρος ὁ Πέρσης τὸ κράτος παρέλαβεν.

REMARKS

ON

DR. HINCKS'S PRINCIPLE OF EXPLETIVE SIGNS

AND

HIS METHOD OF DISCOVERING THEM.

AT the close of our introductory observations to the chapter on Phonetics, we have briefly adverted to Dr. Hincks's remarks on the Egyptian alphabet.

As the researches of this learned and ingenious writer have been exhibited in a series of elaborate papers read before the Royal Irish Academy in the year 1846, and subsequently printed*; and evincing as they do an accurate and extensive reading of Egyptian texts, particularly of written texts; we think it necessary to examine more closely the grounds on which his new system rests.

Although Dr. Hincks admits, on the whole, the correctness of Champollion's alphabet, as amended by Lepsius, and as represented, with some modifications and additions, in the German edition of my "Egypt," he is, nevertheless, of opinion that we have all failed in discovering the whole truth, and this for two reasons: first, because, though acquainted with the principle of homophones, we were ignorant of the antagonistic principle of expletives; and, secondly, because we have followed an unsound method in investigating the power of the characters. We shall first, then, have to examine the "new principle." Egyptologers had hitherto supposed that the Egyptians, when

An Attempt to ascertain the Number, Names, and Powers of the Letters of the Hieroglyphic or ancient Egyptian Alphabet, grounded on the Establishment of a new Principle in the Use of Phonetic Characters. By the Rev. Edward Hincks, D. D. Extracted from the Transactions of the Royal Irish Academy, vol. xxi. pt. 2. Read 26th Jan., 9th Feb., and 8th June, 1846. Dublin, 1847, 4to.

« ForrigeFortsett »