Sidebilder
PDF
ePub

155 αίγας όρεσκόους, ίνα δειπνήσειαν εταίροι.

αυτίκα καμπύλα τόξα και αιγανέας δολιχαύλους ειλόμεθ' εκ νηών, διά δε τρίχα κοσμηθέντες βάλλομεν αίψα δ' έδωκε θεός μενοεικέα θήρων.

νήες μέν μοι έποντο δυώδεκα, ές δε εκάστην Ιβο εννέα λάγχανον αίγες: εμοί δε δέκ' έξελον οίω.

ως τότε μέν πρόταν ήμαρ ες ήέλιον καταδύντα ήμεθα δαινύμενοι κρέα τάσπετα και μέθυ ηδύ. ου γάρ πω νηών εξέφθιτο οίνος ερυθρος,

αλλ' ενέην πολλών γαρ εν αμφιφoρεύσιν έκαστοι 165 ήφύσαμεν Κικόνων ιερών πτολίεθρον ελόντες.

Κυκλώπων δ' ες γαίαν ελεύσσομεν εγγύς εόντων, καπνόν τ' αυτών τε φθογγήν οίων τε και αιγών. ήμος δ' ήέλιος κατέδυ και επί κνέφας ήλθεν,

δη τότε κοιμήθημεν επί ρηγμίνι θαλάσσης. 17ο ήμος δ' ήριγένεια φάνη ροδοδάκτυλος Ηώς, και τότ' έγών αγορών θέμενος μετά πάσιν άειπον

"Αλλοι μέν νυν μίμνετ', εμοί ερίηρες εταίροι αυταρ εγώ συν νηΐ τ' έμή και εμοίς ετέροισιν

ελθών τώνδ' ανδρών πειρήσομαι, οίτινές εισιν, 175 ή δ' ούν υβρισταί τε και άγριοι ουδε δίκαιοι,

ήε φιλόξεινοι, και σφιν νόος έστι θεουδής.

“Ως ειπών ανά νηος έβην, εκέλευσα δ' εταίρους αυτούς τάμβαίνειν ανά τε πρυμνήσια λύσαι.

οι δ' αίψ' είσβαινον και επί κληΐσι καθιζον, 18ο εξής δ' έζόμενοι πολιήν άλα τύπτον ερετμούς.

αλλ' ότε δη τον χώρον άφικόμεθ' εγγύς εόντα, ένθα δ' επ' εσχατιή σπέος είδομεν, άγχι θαλάσσης, 185

υψηλόν, δάφνησι κατηρεφές: ένθα δε πολλά μήλ', όϊές τε και αίγες ιαύεσκον» περί δ' αυλή υψηλή δέδμητο κατωρυχέεσσι λίθοισιν μακρησίν τε πίτυσσιν ιδε δρυσίν υψικόμοισιν. ένθα δ' ανήρ ενίαυε πελώριος, ός ρά τε μήλα οίος ποιμαίνεσκεν απόπροθεν ουδε μετ' άλλους πωλείτ', αλλ' απάνευθεν έων αθεμίστια ήδη. και γάρ θαύμ' ετέτυκτο πελώριον, ουδε εώκειν 190 ανδρί γε σιτοφάγω, αλλά ρίω υλήεντι υψηλών ορέων, ότε φαίνεται οίον απάλλων.

Δή τότε τους άλλους κελόμην έριηρας εταίρους αυτού παρ νηΐ τε μένειν και νηα έρυσθαι: αυταρ εγώ κρίνας έτάρων δυοκαίδεκ' αρίστους

195 βήν· ατάρ αίγεον ασκόν έχον μέλανος οίνοιο ηδέος, όν μοι έδωκε Μάρων Ευάνθεος υιός, ερεύς Απόλλωνος ος "Ίσμαρον αμφιβεβήκειν, oύνεκά μιν συν παιδί περισχόμεθ' ηδέ γυναικί αζόμενοι ώκει γάρ έν άλσεϊ δενδρήεντι Φοίβου Απόλλωνος. ο δέ μοι πόρεν αγλαά δώρα χρυσού μέν μοι έδωκ' ευεργέος επτά τάλαντα, δωκε δέ μοι κρητηρα πανάργυρον, αυταρ έπειτα οίνον εν αμφιφoρεύσι δυώδεκα πάσιν αφύσσας ηδούν ακηράσιον, θείον ποτόν· ουδέ τις αυτόν

205 ήείδη δμώων ουδ' άμφιπόλων εν οίκω, αλλ' αυτός άλοχός τε φίλη ταμίη τε μίοίη. τον δ' ότε πίνοιεν μελιηδέα οίνον ερυθρον, εν δέπας εμπλήσας ύδατος ανά είκοσι μέτρα χευ', οδμή δ' ηδεία από κρητηρος οδώδειν,

200

2 IO

θεσπεσίη· τότ' αν ούτοι αποσχέσθαι φίλον ήεν. του φέρον εμπλήσας ασκον μέγαν, εν δε και θα κωρύκω αυτίκα γάρ μοι δίσατο θυμός αγώνωρ

άνδρ' επελεύσεσθαι μεγάλην επιειμένον αλκήν, 215 άγριον, ούτε δίκας ευ ειδότα ούτε θέμιστας.

Καρπαλίμως δ' εις άντρον άφικόμεθ', ουδέ μιν

ένδον
εύρομεν, αλλ' ενόμευε νομόν κάτα πίoνα μήλα.
ελθόντες δ' εις άντρον εθηεύμεσθα έκαστα

ταρσοι μέν τυρών βρίθον, στείνοντο δε σηκοί 22ο αρνών ήδ' ερίφων διακεκριμέναι δε έκασται

έρχατο, χωρίς μεν πρόγονοι, χωρίς δε μέτασσαι, χωρίς δ' αύθ' έρσαι: ναίον δ' ορώ άγγεα πάντα, γαυλοί τε σκαφίδες τε, τετυγμένα, τους ενάμελογεν.

ένθ' εμέ μεν πρώτισθ' έταροι λίσσοντ' επέεσσιν 225 τυρών αινυμένους ιέναι πάλιν, αυταρ έπειτα

καρπαλίμως επί νήα θοήν ερίφους τε και άρνας
σηκών εξελάσαντας επιπλεϊν αλμυρόν ύδωρ
αλλ' εγώ ου πιθόμην-ή τ' αν πολύ κέρδιoν ήεν-

όφρ' αυτόν τε ίδοιμι, και εί μοι ξείνια δοίη: 230

ουδ' άρ' έμελλ' ετέροισι φανείς ερατεινός έσεσθαι.

"Ένθα δε πυρ κήαντες εθύσαμεν ήδε και αυτοί τυρών αινύμενοι φάγομεν, μένομέν τέ μιν ένδον ήμενοι, είος επήλθε νέμων» φέρε δ' όμβριμον άχθος

ύλης αζαλέης, ίνα οι ποτιδόρπιον είη. 235 έντοσθεν δ' άντρoιο βαλων ορυμαγδόν έθηκεν

ημείς δε δείσαντες απεσσύμεθ' ες μυχόν άντρου. αυταρ όγ' εις ευρυ σπέος ήλασε πίονα μήλα,

πάντα μαλ' όσσήμελγε, τα δ' άρσενα λείπε θύ

ρηφιν, αρνειούς τε τράγους τε, βαθείης έντοθεν αυλής. αυταρ έπειτ' επέθηκε θυρεόν μέγαν υψώσ' αείρας, 240 όμβριμον· ουκ άν τόνγε δύω και είκοσάμαξαι εσθλαι τεσσαράκυκλοι απ' ουδεος όχλίσσειαν τόσσην ηλίβατον πέτρην επέθηκε θύρησιν. έζόμενος δ' ήμελγεν όϊς και μηκάδας αίγας, πάντα κατά μoίραν, και υπέμβρυον ήκεν εκάστη. 245 αυτίκα δ' ήμισυ μέν θρέψας λευκοίo γάλακτος πλεκτούς, εν ταλάροισιν αμησάμενος κατέθηκεν, ήμισυ δ' αύτ' έστησεν εν άγγεσιν, όφρα οι είη πίνειν αινυμένο και οι ποτιδόρπιον είη. αυτάρ επειδή σπευσε πονησάμενος τα ά έργα, 250 και τότε πύρ ανέκαιε και είσιδεν, είρετο δ' ήμέας: «Ω ξείνοι, τίνες εστέ; πόθεν πλείθ' υγρά κέ

λευθα; ή τι κατά πρήξιν ή μαξιδίως αλάλησθε οδά τε ληϊστήρες υπειρ άλα, τοίτ' αλόωνται ψυχάς παρθέμενοι, κακόν αλλοδαποίσι φέροντες;” 255

“Ως έφαθ', ημίν δ' αύτε κατεκλάσθη φίλον ήτορ δεισάντων φθόγγον τε βαρύν αυτόν τε πέλωρον. αλλά και ως μιν έπεσσιν αμειβόμενος προσέειπον

« Ημείς του Τροίηθεν αποπλαγχθέντες Αχαιοί παντοίους ανέμοισιν υπέρ μέγα λαϊτμα θαλάσσης, 26ο οίκαδε τέμενοι, άλλην οδόν άλλα κέλευθα ήλθομεν ούτω που Ζευς ήθελε μητίσασθαι. λαοί δ' 'Ατρείδεω 'Αγαμέμνονος ευχόμεθ' είναι,

του δη νυν γε μέγιστον υπουράνιον κλέος εστίν 265 τόσσην γαρ διέπερσε πόλιν και απώλεσε λαούς

πολλούς ημείς δ' αύτε κιχανόμενοι τα σα γούνα
ικόμεθ', εί τι πόροις ξεινήϊον ήε και άλλως
δοίης δωτίνην, ήτε ξείνων θέμις εστίν.

αλλ' αιδείο, φέριστε, θεούς» ικέται δέ τοι είμεν. 27ο Ζευς δ' επιτιμήτωρ ικετάων τε ξείνων τε,

ξείνιος, ος ξείνοισιν άμ' αιδοίοισιν όπηδεί.

Ως εφάμην, ο δε μ' αυτίκ αμείβετο νηλέϊ θυμώ νήπιός είς, ώ ξείν', ή τηλόθεν ειλήλουθας,

ός με θεούς κέλεαι ή δειδίμεν ή αλέασθαι: 275 ου γαρ Κύκλωπες Διός αιγιόχου αλέγουσιν

ουδέ θεών μακάρων, επεί ή πολύ φέρτεροί είμεν. ουδ' αν εγώ Διός έχθος άλευάμενος πεφιδοίμην ούτε σευ ούθ' έτάρων, ει μη θυμός με κελεύοι.

αλλά μου είφ' όπη έσχες ιών ευεργέα νήα, 28ο ή που επ' εσχατιές ή και σχεδόν, όφρα δαείω.

Ως φάτο πειράζων, έμε δ' ου λάθεν ειδότα

πολλά,
αλλά μιν άψορρον προσέφην δολίοις έπέεσσιν

«Νέα μέν μοι κατέαξε Ποσειδάων ενοσίχθων,

προς πέτρηση βαλων υμης επί πείρασι γαίης, 285 άκρη προσπελάσας: άνεμος δ' εκ πόντου ένεικεν:

αυταρ εγώ συν τοϊσδε υπέκφυγον αιπύν όλεθρον.

"Ως εφάμην, ο δε μ' ουδεν αμείβετο νηλεϊ θυμώ, αλλ' όγ' αναίξας έτάροις επί χείρας αλλεν,

συν δε δύω μάρψας ώστε σκύλακας ποτί γαίη 290 κόπτ'· έκ δ' εγκέφαλος χαμάδις ρέε, δεύε δε γαίαν.

« ForrigeFortsett »