Sidebilder
PDF
ePub

155 αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.

αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθ ̓ ἐκ νηών, διὰ δὲ τρίχα κοσμηθέντες βάλλομεν· αἶψα δ' ἔδωκε θεὸς μενοεικέα θήρην. νῆες μέν μοι ἔποντο δυώδεκα, ἐς δὲ ἑκάστην 16ο ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκ ̓ ἔξελον οἴῳ. ὡς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τ ̓ ἄσπετα καὶ μέθυ ἡδύ. οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρὸς,

ἀλλ ̓ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι 165 ἠφύσαμεν Κικόνων ἱερὸν πτολίεθρον ἑλόντες.

Κυκλώπων δ ̓ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, καπνόν τ ̓ αὐτῶν τε φθογγὴν ὀΐων τε καὶ αἰγῶν. ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. 17ο ἦμος δ' ήριγένεια φάνη ροδοδάκτυλος Ἠὼς, καὶ τότ ̓ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· “Αλλοι μὲν νῦν μίμνετ', ἐμοὶ ἐρίηρες ἑταῖροι· αὐτὰρ ἐγὼ σὺν νηΐ τ ̓ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν ἐλθὼν τῶνδ ̓ ἀνδρῶν πειρήσομαι, οἵτινές εἰσιν, 175 ἤ ῥ ̓ οἵγ ̓ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, ἠὲ φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.”

Ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ ̓ ἑταίρους αὐτούς τ ̓ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, 18ο ἑξῆς δ ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. ἀλλ ̓ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ ̓ ἐγγὺς ἐόντα, ἔνθα δ' ἐπ ̓ ἐσχατιῇ σπέος εἴδομεν, ἄγχι θαλάσσης,

ὑψηλὸν, δάφνῃσι κατηρεφές· ἔνθα δὲ πολλὰ
μῆλ', 'ϊές τε καὶ αἶγες ἰαύεσκον· περὶ δ ̓ αὐλὴ
ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισιν
μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
ἔνθα δ ̓ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥά τε μῆλα
οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετ ̓ ἄλλους
πωλεῖτ ̓, ἀλλ ̓ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
καὶ γὰρ θαῦμ ̓ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκειν
ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
ὑψηλῶν ὀρέων, ὅτε φαίνεται οἶον ἀπ ̓ ἄλλων.
Δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
αὐτοῦ πὰρ νηΐ τε μένειν καὶ νῆα ἔρυσθαι·
αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ ̓ ἀρίστους
βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
ἡδέος, ὅν μοι ἔδωκε Μάρων Εὐάνθεος υἱὸς,
ἱρεὺς ̓Απόλλωνος ὃς Ἴσμαρον ἀμφιβεβήκειν,
οὔνεκά μιν σὺν παιδὶ περισχόμεθ' ἠδὲ γυναικὶ
ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
Φοίβου Απόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὸ δῶρα·
χρυσοῦ μέν μοι ἔδωκ ̓ εὐεργέος ἑπτὰ τάλαντα,
δώκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
ἠείδη δμώων οὐδ ̓ ἀμφιπόλων ἐνὶ οἴκῳ,
ἀλλ ̓ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί' οἴη.
τὸν δ ̓ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρὸν,
ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
χεῦ ̓, ὀδμὴ δ ̓ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδειν,

185

190

195

200

205

210

θεσπεσίη· τότ ̓ ἂν οὔτοι ἀποσχέσθαι φίλον ἦεν. τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἦα κωρύκῳ· αὐτίκα γάρ μοι οΐσατο θυμὸς ἀγήνωρ ἄνδρ ̓ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκὴν, 215 ἄγριον, οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας.

Καρπαλίμως δ ̓ εἰς ἄντρον ἀφικόμεθ', οὐδέ μιν ἔνδον

εὕρομεν, ἀλλ ̓ ἐνόμευε νομὸν κάτα πίονα μῆλα. ἐλθόντες δ ̓ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα· ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ 220 ἀρνῶν ἠδ ̓ ἐρίφων διακεκριμέναι δὲ ἕκασται

ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, χωρὶς δ ̓ αὖθ ̓ ἕρσαι· ναῖον δ ̓ ὀρῷ ἄγγεα πάντα, γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν. ἔνθ ̓ ἐμὲ μὲν πρώτισθ ̓ ἕταροι λίσσοντ ̓ ἐπέεσσιν 225 τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα

καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ ἀλλ ̓ ἐγὼ οὐ πιθόμην—ἦ τ ̓ ἂν πολὺ κέρδιον ἦεν— ὄφρ ̓ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη 230 οὐδ ̓ ἄρ ̓ ἔμελλ ̓ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. Ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον ἥμενοι, εἷος ἐπῆλθε νέμων· φέρε δ ̓ ὄμβριμον ἄχθος ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη.

235 ἔντοσθεν δ ̓ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν· ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ ̓ ἐς μυχὸν ἄντρου. αὐτὰρ ἅγ ̓ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα,

πάντα μαλ ̓ ὅσσ ̓ ἤμελγε, τὰ δ ̓ ἄρσενα λεῖπε θύ

ρηφιν,

ἀρνειούς τε τράγους τε, βαθείης ἔντοθεν αὐλῆς.

αὐτὰρ ἔπειτ ̓ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ ̓ ἀείρας, 240 ὄμβριμον· οὐκ ἂν τόνγε δύω καὶ εἴκοσ ̓ ἄμαξαι ἐσθλαὶ τεσσαράκυκλοι ἀπ ̓ οὔδεος ὀχλίσσειαν· τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρησιν. ἑζόμενος δ ̓ ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας, πάντα κατὰ μοῖραν, καὶ ὑπ ̓ ἔμβρυον ἧκεν ἑκάστῃ. 245 αὐτίκα δ' ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν, ἥμισυ δ' αὖτ ̓ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη. αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ ̓ ἡμέας “Ω ξείνοι, τίνες ἐστέ; πόθεν πλεῖθ ̓ ὑγρὰ κέ

λευθα;

ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε

οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοίτ ̓ ἀλόωνται

250

ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;” 255 Ὣς ἔφαθ', ἡμῖν δ ̓ αὖτε κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον. ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·

66

Ἡμεῖς του Τροίηθεν ἀποπλαγχθέντες ̓Αχαιοὶ παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης, 26ο οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα

ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι. λαοὶ δ' Ατρείδεω ̓Αγαμέμνονος εὐχόμεθ ̓ εἶναι,

τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστίν· 265 τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς πολλούς· ἡμεῖς δ ̓ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα ἱκόμεθ', εἴ τι πόροις ξεινήϊον ἠὲ καὶ ἄλλως δοίης δωτίνην, ἥτε ξείνων θέμις ἐστίν.

275

[ocr errors]

ἀλλ ̓ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἶμεν. 270 Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, ξείνιος, ὃς ξείνοισιν ἅμ ̓ αἰδοίοισιν ὀπηδεί.” Ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ ̓ ἀμείβετο νηλέϊ θυμῷ· νήπιός εἰς, ὦ ξεῖν, ἢ τηλόθεν ειλήλουθας, ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι· οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἤ πολὺ φέρτεροί εἶμεν. οὐδ ̓ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην οὔτε σεῦ οὔθ ̓ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι. ἀλλά μοι εἴφ' ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα, 280 ἤ που ἐπ ̓ ἐσχατιῆς ἢ καὶ σχεδὸν, ὄφρα δαείω.” Ὣς φάτο πειράζων, ἐμὲ δ' οὐ λάθεν εἰδότα πολλὰ,

ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσιν·

“ Νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων, πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, 285 ἄκρῃ προσπελάσας· ἄνεμος δ ̓ ἐκ πόντου ἔνεικεν· αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὸν ὄλεθρον.

Ὣς ἐφάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ, ἀλλ ̓ ὅγ ̓ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλεν, σὺν δὲ δύω μάρψας ὥστε σκύλακας ποτὶ γαίῃ 290 κόπτ ̓· ἐκ δ' ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.

« ForrigeFortsett »