Sidebilder
PDF
ePub

Antisthenes, now dead; (4) that finally, Proteus hired it, -all equally without any mention of olives or olive stumps.

̓Αλλὰ γάρ, ὦ βουλή, περὶ μὲν τῶν πρό- 9 τερον γεγενημένων πολλὰ ἔχων εἰπεῖν ἱκανὰ νομίζω τὰ εἰρημένα· ἐπειδὴ δ ̓ ἐγὼ παρέλαβον τὸ χωρίον, πρὶν ἡμέρας πέντε γενέσθαι, ἀπε60 μίσθωσα Καλλιστράτῳ, ἐπὶ Πυθοδώρου ἄρχοντος· ὃς δύο ἔτη ἐγεώργησεν, οὔτε ἰδίαν ἐλαίαν οὔτε 10 μορίαν οὔτε σηκὸν παραλαβών. τρίτῳ δὲ ἔτει Δημήτριος οὑτοσὶ εἰργάσατο ἐνιαυτόν· τῷ δὲ τετάρτῳ ̓Αλκίᾳ ̓Αντισθένους ἀπελευθέρῳ ἐμίσ65 θωσα, ὃς τέθνηκε ταῦτα τρία ἔτη. ὁμοίως καὶ Πρωτέας ἐμίσθώσατο. Καί μοι δεῦρο ἴτε μάρ

τυρες.

WITNESSES TO DEPOSE ABOVE FACTS.

§ 4. Now it is after these tenancies that my own occupation began, and that my accuser asserts that I cut the stump. But the above evidence, covering several years, proves that there was no such stump.

Ἐπειδὴ τοίνυν ὁ χρόνος οὗτος ἐξήκει, αὐτος 11 γεωργῶ. φησὶ δὲ ὁ κατήγορος ἐπὶ Σουνιάδου 70 ἄρχοντος σηκὸν ὑπ ̓ ἐμοῦ ἐκκεκόφθαι. ὑμῖν δὲ μεμαρτυρήκασιν οἱ πρότερον ἐργαζόμενοι καὶ πολλὰ ἔτη παρ ̓ ἐμοῦ μεμισθωμένοι μὴ εἶναι σηκὸν ἐν τῷ χωρίῳ. καίτοι πῶς ἄν τις φανερωτέρως ἐξελέγξειε ψευδόμενον τὸν κατήγορον; 75 οὐ γὰρ οἷόν τε, ἃ πρότερον μὴ ἦν, ταῦτα τὸν ὕστερον ἐργαζόμενον ἀφανίζειν.

12

§ 5. Besides, what could have been my motive ? Even if I could have escaped detection, I should gain nothing. A stump would not spoil the property, be in the way of the vines, or incommode a dwelling-house; nor was I a poor man to whom its value would be of importance.

On the other hand, there was every chance of detection, for so many had tenanted the vineyard that some one of them would be sure to notice it, even if my neighbours did not, for fear the act should be attributed to them. Then, too, my slaves would have become my masters, knowing that by giving information they could secure their freedom.

2

Ἐγὼ τοίνυν, ὦ βουλή, ἐν μὲν τῷ τέως χρόνῳ, ὅσοι με φάσκοιεν δεινὸν εἶναι καὶ ἀκριβῆ καὶ οὐδὲν ἂν εἰκῇ καὶ ἀλογίστως ποιῆσαι, ἠγανάκτουν ἄν, αἱρούμενος ἢ μᾶλλον λέγεσθαι ὥς 80 μοι προσῆκε· νῦν δὲ πάντας ἂν ὑμᾶς βουλοίμην περὶ ἐμοῦ ταύτην τὴν γνώμην ἔχειν, ἵνα ἡγῆσθέ με σκοπεῖν, εἴπερ τοιούτοις ἔργοις ἐπεχείρουν, καὶ ὅ τι κέρδος ἐγίνετο τῷ ἀφανίσαντι καὶ ἥτις ζημία τῷ ποιήσαντι, καὶ τί ἂν λαθὼν διεπραξάμην 85 καὶ τί ἂν φανερὸς γενόμενος ὑφ ̓ ὑμῶν ἔπασχον. 13 πάντες γὰρ ἄνθρωποι τὰ τοιαῦτα οὐχ ὕβρεως ἀλλὰ κέρδους ἕνεκα ποιοῦσι· καὶ ὑμᾶς εἰκὸς οὕτω σκοπεῖν, καὶ τοὺς ἀντιδίκους ἐκ τούτων τὰς κατηγορίας ποιεῖσθαι, ἀποφαίνοντας ἥτις ὠφέλεια 90 14 τοῖς ἀδικήσασιν ἐγίνετο. οὗτος μέντοι οὐκ ἂν ἔχοι ἀποδεῖξαι οὔθ ̓ ὡς ὑπὸ πενίας ἠναγκάσθην τοιούτοις ἔργοις ἐπιχειρεῖν, οὔθ ̓ ὡς τὸ χωρίον μοι διαφθείρεται τοῦ σηκοῦ ὄντος, οὔθ ̓ ὡς ἀμπέλοις ἐμποδὼν ἦν, οὔθ ̓ ὡς οἰκίας ἐγγύς, οὔθ ̓ 95 ὡς ἐγὼ ἄπειρος τῶν παρ' ὑμῖν κινδύνων, εἴ τι 2 αἱρούμενος conj. Sauppius. A1. ἡγούμενος, ἡγεῖσθαι, vel ἡγεῖσθε.

3

τούτων ἔπραττον. πολλὰς γὰρ ̓ ἂν καὶ μεγάλας ἐμαυτῷ ζημίας γενομένας ἀποφήναιμι· ὃς πρῶτον 15 μὲν μεθ ̓ ἡμέραν ἐξέκοπτον τὸν σηκόν, ὥσπερ οὐ 100 πάντας λαθεῖν δέον, ἀλλὰ πάντας ̓Αθηναίους εἰδέναι. καὶ εἰ μὲν αἰσχρόν ἦν μόνον τὸ πρᾶγμα, ἴσως ἄν τις τῶν παριόντων ἠμέλησε· νῦν δ ̓ οὐ περὶ αἰσχύνης ἀλλὰ τῆς μεγίστης ζημίας ἐκινδύνευον. πῶς δ ̓ οὐκ ἂν ἦν ἀθλιώτατος ἀνθρώπων 16 105 ἁπάντων, εἰ τοὺς ἐμαυτοῦ θεράποντας μηκέτι δούλους ἔμελλον ἕξειν ἀλλὰ δεσπότας τὸν λοιπὸν βίον, τοιοῦτον ἔργον συνειδότας ; ὥστε εἰ καὶ τὰ μέγιστα εἰς ἐμὲ ἐξημάρτανον, οὐκ ἂν οἷόν τε ἦν δίκην με παρ' αὐτῶν λαμβάνειν· εὖ γὰρ ἂν 110 εἰδείην ὅτι ἐπ ̓ ἐκείνοις ἦν καὶ ἐμὲ τιμωρήσασθαι καὶ αὐτοῖς μηνύσασιν ἐλευθέροις γενέσθαι. ἔτι 17 τοίνυν εἰ τῶν οἰκετῶν παρέστη μοι μηδὲν φροντίζειν, πῶς ἂν ἐτόλμησα τοσούτων μεμισθωμένων καὶ ἁπάντων συνειδότων ἀφανίσαι τὸν σηκὸν 115 βραχέος μὲν κέρδους ἕνεκα, προθεσμίας δὲ οὐδε μιᾶς οὔσης τῷ κινδύνῳ τοῖς εἰργασμένοις ἅπασι τὸ χωρίον ὁμοίως προσῆκον εἶναι σῷον τὸν σηκόν, ἵν ̓ εἴ τις αὐτοὺς ᾐτιᾶτο, εἶχον ἀνενεγκεῖν ὅτῳ παρέδοσαν. νῦν δὲ καὶ ἐμὲ ἀπολύσαντες φαίνον120 ται, καὶ σφᾶς αὐτούς, εἴπερ ψεύδονται, μετόχους τῆς αἰτίας καθιστάντες.

§ 6. See how improbable their tale is. I am supposed to have personally superintended the removal of this stump, surrounded by neighbours, many of whom were not on friendly terms with me.

3 πολλὰς γὰρ Βaitt. et Saupp. MS. om. γάρ. Alii alias medelas afferunt.

18

And though I have many other estates on which there are many similar trees, which I could have cut down with less fear of detection, I am supposed to have selected this particular vineyard, where, as they say, there was only one stump, to commit a crime from which I could get no advantage, and in committing which he might have secured my conviction by bringing the Archons to the spot. Is it not evident that this charge is the offspring of mere malice?

4

Εἰ τοίνυν καὶ ταῦτα παρεσκευασάμην, πῶς ἂν οἷός τ ̓ ἦν πάντας πεῖσαι τοὺς παριόντας, ἢ τοὺς γείτονας, οἳ οὐ μόνον ἀλλήλων ταῦτ ̓ ἴσασιν ἃ πᾶσιν ὁρᾶν ἔξεστιν, ἀλλὰ καὶ περὶ 125 ὧν ἀποκρυπτόμεθα * μηδένα εἰδέναι, καὶ περὶ ἐκείνων πυνθάνονται ; ἐμοὶ τοίνυν τούτων οἱ μὲν φίλοι οἱ δὲ διάφοροι περὶ τῶν ἐμῶν τυγ19 χάνουσιν ὄντες. οὓς ἐχρῆν τοῦτον παρασχέσ θαι μάρτυρας, καὶ μὴ μόνον οὕτως τολμηρὰς 130 κατηγορίας ποιεῖσθαι· ὅς φησιν ὡς ἐγὼ μὲν παρειστήκειν, οἱ δ ̓ οἰκέται ἐξέτεμνον τὰ πρέμνα, ἀναθέμενος δὲ ὁ βοηλάτης ᾤχετο ἀπάγων τὰ 20 ξύλα. καίτοι, ὦ Νικόμαχε, χρῆν σε τότε καὶ παρακαλεῖν τοὺς παριόντας μάρτυρας, καὶ φανερὸν 135 ποιεῖν τὸ πρᾶγμα· καί ἐμοὶ μὲν οὐδεμίαν ἂν ἀπολογίαν ὑπέλιπες, αὐτὸς δέ, εἰ μέν σοι ἐχθρὸς ἦν, ἐν τούτῳ τῷ τρόπῳ ἦσθα ἄν με τετιμωρημένος, εἰ δὲ τῆς πόλεως ἕνεκα ἔπραττες, οὕτως ἐξελέγξας 21 οὐκ ἂν ἐδόκεις εἶναι συκοφάντης, εἰ δὲ κερδαίνειν 140 ἐβούλου, τότ ̓ ἂν πλεῖστον ἔλαβες· φανεροῦ γὰρ ὄντος τοῦ πράγματος οὐδεμίαν ἄλλην ἡγούμην ἂν

4 ἀποκρυπτόμενοι οιόμεθα conj. Scheib. MSS. ἀποκρυπτόμεθα. Cf. Thucyd. 2, 53, 2.

23

εἶναί μοι σωτηρίαν ἢ σέ πεῖσαι. τούτων τοίνυν οὐδὲν ποιήσας διὰ τοὺς σοὺς λόγους ἀξιοῖς με 145 ἀπολέσθαι, καὶ κατηγορεῖς ὡς ὑπὸ τῆς ἐμῆς δυνάμεως καὶ τῶν ἐμῶν χρημάτων οὐδεὶς ἐθέλει σοι μαρτυρεῖν. καίτοι εἰ φήσας μ' ἰδεῖν τὴν 22 μορίαν ἀφανίζοντα τοὺς ἐννέα ἄρχοντας ἐπήγαγες ἢ ἄλλους τινὰς τῶν ἐξ ̓Αρείου πάγου, οὐκ ἂν 150 ἑτέρων ἔδει σοι μαρτύρων· οὕτω γὰρ ἄν σοι συνῄδεσαν ἀληθῆ λέγοντι, οἵπερ καὶ διαγιγ νώσκειν ἔμελλον περὶ τοῦ πράγματος. δεινότατα οὖν πάσχω· ὃς 5 εἰ μὲν παρέσχετο μάρτυρας, τούτοις ἂν ἠξίου πιστεύειν, ἐπειδὴ δὲ οὐκ εἰσὶν 155 αὐτῷ, ἐμοὶ καὶ ταύτην τὴν ζημίαν οἴεται χρῆναι γενέσθαι. καὶ τούτου μὲν οὐ θαυμάζω· οὐ γὰρ δήπου συκοφαντῶν ἅμα τοιούτων γε λόγων ἀπορήσει καὶ μαρτύρων· ὑμᾶς δ ̓ οὐκ ἀξιῶ τὴν αὐτὴν τούτῳ γνώμην ἔχειν. ἐπίστασθε γὰρ ἐν 160 τῷ πεδὶῳ πολλὰς μορίας οὔσας καὶ πυρκαϊὰς ἐν τοῖς ἄλλοις τοῖς ἐμοῖς χωρίοις, ἅς, εἴπερ ἐπεθύμουν, πολὺ ἦν ἀσφαλέστερον καὶ ἀφανίσαι καὶ ἐκκόψαι καὶ ἐπεργάσασθαι, ὅσῳπερ ἧττον τὸ ἀδίκημα πολλῶν οὐσῶν ἔμελλε δῆλον ἔσεσθαι. νῦν 165 δ ̓ οὕτως αὐτὰς περὶ πολλοῦ ποιοῦμαι ὥσπερ καὶ τὴν πατρίδα καὶ τὴν ἄλλην οὐσίαν, ἡγούμενος περὶ ἀμφοτέρων τούτων εἶναί μοι τὸν κίνδυνον. αὐτοὺς τοίνυν ὑμᾶς τούτων μάρτυρας παρέξομαι, ἐπιμελουμένους μὲν ἑκάστου μηνός, γνώμονας 170 δὲ πέμποντας καθ ̓ ἕκαστον ἐνιαυτόν· ὧν οὐδεὶς πώποτ ̓ ἐζημίωσεν ὡς ἐργαζόμενον τὰ περὶ τὰς 5 ὅs al. om., al. conj. εἰ μὲν γὰρ, υεῖ ὅτι εἰ μὲν.

24

25

« ForrigeFortsett »