Sidebilder
PDF
ePub

26 μορίας χωρία. καίτοι οὐ δήπου τὰς μὲν μικρὰς ζημίας οὕτω περὶ πολλοῦ ποιοῦμαι, τοὺς δὲ περὶ τοῦ σώματος κινδύνους οὕτω περὶ οὐδενὸς ἡγοῦμαι· καὶ τὰς μὲν πολλὰς ἐλαίας, εἰς ἃς ἐξῆν 175 μᾶλλον ἐξαμαρτάνειν, οὕτω θεραπεύων φαίνομαι, τὴν δὲ μορίαν, ἣν οὐχ οἷόν τ ̓ ἦν λαθεῖν ἐξορύξ27 αντα, ὡς ἀφανίζων νυνὶ κρίνομαι; Πότερον δέ μοι κρεῖττον ἦν, ὦ βουλή, δημοκρατίας οὔσης παρανομεῖν ἢ ἐπὶ τῶν τριάκοντα ; καὶ οὐ λέγω 180 ὡς τότε δυνάμενος ἢ ὡς νῦν διαβεβλημένος, ἀλλ ̓ ὡς τῷ βουλομένῳ τότε μᾶλλον ἐξῆν ἀδικεῖν ἢ νυνί. ἐγὼ τοίνυν οὐδ ̓ ἐν ἐκείνῳ τῷ χρόνῳ οὔτε τοιοῦτο οὔτε ἄλλο οὐδὲν κακὸν ποιήσας φανή28 σομαι. Πῶς δ ̓ ἄν, εἰ μὴ πάντων ἀνθρώπων 185 ἐμαυτῷ κακονούστατος ἦν, ὑμῶν οὕτως ἐπιμελουμένων ἐκ τούτου τὴν μορίαν ἀφανίζειν ἐπεχείρησα τοῦ χωρίου, ἐν ᾧ δένδρον μὲν οὐδὲ ἕν ἐστι, μιᾶς δὲ ἐλαίας σηκός, ὡς οὗτός φησιν εἶναι, κυκλόθεν δὲ ὁδὸς περιέχει, ἀμφοτέρωθεν δὲ γείτονες περι- 190 οικοῦσιν, ἄερκτον δὲ καὶ πανταχόθεν κάτοπτόν ἐστιν ; ὥστε τίς ἂν ἄπετόλμησε, τούτων οὕτως 29 ἐχόντων, ἐπιχειρῆσαι τοιούτῳ πράγματι ; Δεινὸν δέ μοι δοκεῖ εἶναι ὑμᾶς μέν, οἷς ὑπὸ τῆς πόλεως τὸν ἅπαντα χρόνον προστέτακται τῶν μοριῶν 195 ἐλαιῶν ἐπιμελεῖσθαι, μήθ ̓ ὡς ἐπεργαζόμενον πώποτε ζημιῶσαι μήθ ̓ ὡς ἀφανίσαντα εἰς κίν δυνον καταστῆσαι, τοῦτον δ ̓, ὃς οὔτε γεωργῶν ἐγγὺς τυγχάνει οὔτ ̓ ἐπιμελητὴς ᾑρημένος οὔθ ̓ ἡλικίαν ἔχων εἰδέναι περὶ τῶν τοιούτων, ἀπο- 200 γράψαι με μορίαν ἀφανίζειν.

§ 7. Do not let the assertions of one man weigh against the facts of my whole life and character, which are free from all taint of bad citizenship.

Ἐγὼ τοίνυν δέομαι ὑμῶν μὴ τοὺς τοιού- 30 τους λόγους πιστοτέρους ἡγήσασθαι τῶν ἔργων, μηδὲ περὶ ὧν αὐτοὶ σύνιστε, ταῦτ ̓ ἀνασχέσθαι 205 τῶν ἐμῶν ἐχθρῶν λεγόντων, ἐνθυμουμένους καὶ ἐκ τῶν εἰρημένων καὶ ἐκ τῆς ἄλλης πολιτείας. ἐγὼ γὰρ τὰ ἐμοὶ προστεταγμένα ἅπαντα προ- 31 θυμότερον πεποίηκα, ὡς ὑπὸ τῆς πόλεως ἠναγ καζόμην, καὶ τριηραρχῶν καὶ εἰσφορὰς εἰσφέρων 210 καὶ χορηγῶν καὶ τἆλλα λειτουργῶν οὐδενὸς ἧττον πολυτελῶς τῶν πολιτῶν. καίτοι ταῦτα μὲν 32 μετρίως ποιῶν ἀλλὰ μὴ προθύμως οὔτ ̓ ἂν περὶ φυγῆς οὔτ ̓ ἂν περὶ τῆς ἄλλης οὐσίας ἠγωνιζόμην, πλείω δ ̓ ἂν ἐκεκτήμην, οὐδὲν ἀδικῶν οὐδ ̓ ἐπικίν 215 δυνον ἐμαυτῷ καταστήσας τὸν βίον· ταῦτα δὲ πράξας, ἃ οὗτός μου κατηγορεῖ, ἐκέρδαινον μὲν οὐδέν, ἐμαυτὸν δ ̓ εἰς κίνδυνον καθίστην. καίτοι πάντες ἂν ὁμολογήσαιτε δικαιότερον εἶναι τοῖς μεγάλοις χρῆσθαι τεκμηρίοις περὶ τῶν μεγάλων, 220 καὶ πιστότερα ἡγεῖσθαι περὶ ὧν ἅπασα ἡ πόλις μαρτυρεῖ, μᾶλλον ἢ περὶ ὧν μόνος οὗτος κατηγορεῖ.

33

§ 8. Besides I offered my slaves to be examined by torture. This showed great confidence in my innocence. For slaves would naturally be inclined to condemn their master, both from feelings of revenge, and from a hope of freedom. You may judge then his motive for declining this test. Ἔτι τοίνυν, ὦ βουλή, ἐκ τῶν ἄλλων σκέ- 34 6 ΑΙ. περὶ ὧν αὐτοὶ οὐδὲν ἐμοὶ σύνιστε,

8

8

ψασθε. μάρτυρας γὰρ ἔχων αὐτῷ προσῆλθον, λέγων ὅτι μοι πάντες εἰσὶν οἱ θεράποντες, οὓς ἐκεκτήμην ἐπειδὴ παρέλαβον τὸ χωρίον, καὶ 225 ἕτοιμός εἰμι, εἴ τινα βούλοιτο, παραδοῦναι βασανίζειν, ἡγούμενος οὕτως ἂν τὸν ἔλεγχον ἰσχυρότερον γενέσθαι τῶν τούτου λόγων καὶ τῶν 35 ἔργων τῶν ἐμῶν. οὗτος δ ̓ οὐκ ἤθελεν, οὐδὲν φάσκων πιστὸν εἶναι τοῖς θεράπουσιν. ἐμοὶ δὲ 230 δοκεῖ δεινὸν εἶναι, εἰ περὶ αὑτῶν μὲν οἱ βασανιζό μενοι κατηγοροῦσιν, εὖ εἰδότες ὅτι ἀποθανοῦνται, περὶ δὲ τών δεσποτῶν, οἷς πεφύκασι κακονούστατοι, μᾶλλον ἂν εἵλοντο ἀνέχεσθαι βασανιζόμενοι ἢ κατειπόντες ἀπηλλάχθαι τῶν παρόντων 235 36 κακῶν. καὶ μὲν δή, ὦ βουλή, φανερὸν οἶμαι εἶναι ὅτι, εἰ Νικομάχου ἐξαιτοῦντος τοὺς ἀνθρώ πους μὴ παρεδίδουν, ἐδόκουν ἂν ἐμαυτῷ ξυνειδέναι· ἐπειδὴ τοίνυν ἐμοῦ παραδιδόντος οὗτος παραλαβεῖν οὐκ ἤθελε, δίκαιον καὶ περὶ τούτου τὴν αὐτὴν 240 γνώμην σχεῖν, ἄλλως τε καὶ τοῦ κινδύνου οὐκ 37 ἴσου ἀμφοτέροις ὄντος. περὶ ἐμοῦ μὲν γὰρ εἰ ἤλεγχον, οὐδ ̓ ἂν ἀπολογήσασθαί μοι ἐξεγένετο· τούτῳ δ ̓ εἰ μὴ ὡμολόγουν ἃ οὗτος ἐβούλετο, οὐδεμιᾷ ζημίᾳ ἔνοχος ἦν. ὥστε πολὺ μᾶλλον 245 τοῦτον παραλαμβάνειν ἐχρῆν ἢ ἐμὲ παραδοῦναι προσῆκεν. ἐγὼ τοίνυν εἰς τοῦτο προθυμίας ἀφικόμην, ἡγούμενος μετ ̓ ἐμοῦ εἶναι καὶ ἐκ βασάνων καὶ ἐκ μαρτύρων καὶ ἐκ τεκμηρίων ὑμᾶς περὶ τοῦ πράγματος τἀληθῆ πυθέσθαι.

7 εἰμί, al. εἴην, ἤμην.

8 Cobet vult ἄτοπον

κατηγορείν περί τινος arguens.

καταγορεύουσιν, malæ Græcitatis

250

§ 9. Consider then (1) that I offer every evidence, my accuser none; (2) that the prosecutor is not so likely to be acting from public spirit as from the hope of extorting hush-money from me; (3) that the effects of your condemning me would be most miserable,—I being childless, and the sole support of my mother, though I have served the State in many capacities.

ἐνθυμεῖσθαι δὲ χρή, ὦ βουλή, ποτεροις χρὴ 38 πιστεύειν μᾶλλον, οἷς πολλοὶ μεμαρτυρήκασιν ἢ ᾧ μηδεὶς τετόλμηκε, καὶ πότερον εἰκὸς μᾶλλον τοῦτον ἀκινδύνως ψεύδεσθαι ἢ μετὰ τοσούτου 255 κινδύνου τοιοῦτον ἐμὲ ἔργον ἐργάσασθαι, καὶ πότερον οἴεσθε αὐτὸν ὑπὲρ τῆς πόλεως βοηθεῖν ἢ συκοφαντοῦντα αἰτιάσασθαι; ἐγὼ μὲν ἐγνω- 39 κέναι ὑμᾶς ἡγοῦμαι ὅτι Νικόμαχος ὑπὸ τῶν ἐχθρῶν πεισθεις τῶν ἐμῶν τοῦτον τὸν ἀγῶνα 260 ἀγωνίζεται, οὐχ ὡς ἀδικοῦντα ἐλπίζων ἀποδείξειν, ἀλλ ̓ ὡς ἀργύριον παρ ̓ ἐμοῦ λήψεσθαι προσδοκῶν. ὅσῳ γὰρ οἱ τοιοῦτοί εἰσιν ἐπαιτιώτατοι καὶ ἀπορώτατοι τῶν κινδύνων, τοσούτῳ πάντες αὐτοὺς φεύγουσι μάλιστα. ἐγὼ δέ, ὦ βουλή, οὐκ ἠξίουν, 40 265 ἀλλ ̓ ἐπειδήπερ με ᾐτιάσατο, παρέσχον ἐμαυτὸν ὅ τι βούλεσθε χρῆσθαι, καὶ τούτου ἕνεκα τοῦ κινδύνου οὐδενὶ ἐγὼ τῶν ἐχθρῶν διηλλάγην, οἳ ἐμὲ ἥδιον κακῶς λέγουσιν ἢ σφᾶς αὐτοὺς ἐπαινοῦσι, καὶ φανερῶς μὲν οὐδεὶς πώποτε ἐμὲ αὐτῶν 270 ἐπεχείρησε ποιῆσαι κακὸν οὐδέν, τοιούτους δὲ ἐπιπέμπουσί μοι, οἷς ὑμεῖς οὐκ ἂν δικαιως πιστ τεύοιτε. πάντων γὰρ ἀθλιώτατος ἂν γενοίμην, 41

9 ἐγνωκέναι, MSS. om. νομίζειν Saupp.: al. ὑποπτεύειν, ᾐσθῆσθαι.

42

εἰ φυγὰς ἀδίκως καταστήσομαι, ἄπαις μὲν ὢν καὶ μόνος, ἐρήμου δὲ τοῦ οἴκου γενομένου, μητρὸς δὲ πάντων ἐνδεοῦς, πατρίδος δὲ τοιαύτης ἐπ ̓ 275 αἰσχίσταις στερηθεὶς αἰτίαις, πολλὰς μὲν ναυμαχίας ὑπὲρ αὐτῆς νεναυμαχηκώς, πολλὰς δὲ μάχας μεμαχημένος, κόσμιον δ ̓ ἐμαυτὸν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ παρασχών.

§ 10. Recapitulation. I have shown (1) that no stump was in the vineyard; (2) that though, if what he says is true, he might have caught me in the act of cutting it down, he put off his accusation for a long time; (3) that he has brought no evidence of his assertion; (4) that he has refused my offer of my slaves to be examined by torture, though he asserts that they were present.

̓Αλλὰ γάρ, ὦ βουλή, ταῦτα μὲν ἐνθάδε 280 οὐκ οἶδ' ὅ τι δεῖ λέγειν· ἀπέδειξα δ ̓ ὑμῖν ὡς οὐκ ἐνῆν σηκὸς ἐν τῷ χωρίῳ, καὶ μάρτυρας παρεσχόμην καὶ τεκμήρια. ἃ χρὴ μεμνημένους διαγιγνώσκειν περὶ τοῦ πράγματος, καὶ ἀξιοῦν παρὰ τούτου πυθέσθαι ὅτου ἕνεκα, ἐξὸν ἐπ ̓ 285 αὐτοφώρῳ ἐλέγξαι, τοσούτῳ χρόνῳ ὕστερον εἰς 43 τοσοῦτόν με κατέστησεν ἀγῶνα, καὶ μάρτυρα οὐδένα παρασχόμενος ἐκ τῶν λόγων ζητεῖ πιστὸς γενέσθαι, ἐξὸν αὐτοῖς τοῖς ἔργοις ἀδικοῦντα ἀποδεῖξαι, καὶ ἐμοῦ ἅπαντας διδόντος τοὺς θεράπον- 290 τας, οὕς φησι παραγενέσθαι, παραλαβεῖν οὐκ ἤθελεν.

« ForrigeFortsett »