Sidebilder
PDF
ePub

ORATION X. [19.]

FOR THE DEFENDANT, CHARGED WITH THE CONCEAL-
MENT BY HIS OWN OR FATHER'S ACT OF SOME
OF THE CONFISCATED PROPERTY OF ARISTO-

PHANES.

§ 1. The gravity of the issues of this trial, my own inexperience, and the disadvantages necessarily attaching to a defendant, make me of course anxious. Many a man has perished on a charge, the falsity of which has been discovered too late. Pause, then, and hear what I have to say.

Πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄνδρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἂν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος εἶναι καὶ τῶν ὄντων ἁπάντων στερήσομαι. ἀνάγκη οὖν εἰ καὶ μὴ δεινὸς πρὸς 5 ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ καὶ ἐμαυτῷ 2 οὕτως ὅπως ἂν δύνωμαι. τὴν μὲν οὖν παρασκευὴν καὶ προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε, καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν· τὴν δ ̓ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν. 10 αἰτήσομαι οὖν ὑμᾶς δίκαια καὶ ῥᾴδια χαρίσασθαι, ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦσαι, ὥσπερ τῶν κατη3 γόρων. ἀνάγκη γὰρ τὸν ἀπολογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κιν- 15 δύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζόμεθα μετὰ δέους καὶ διαβολῆς καὶ

κινδύνου μεγίστου. εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογουμένοις. οἶμαι γὰρ 4 20 πάντας ὑμᾶς εἰδέναι ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὲρ πάντων τῶν πεπραγμένων μισηθέντες ἀπελθεῖν· οἱ δ ̓ αὖ μαρτυρήσαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες 25 ἀνθρώπους ἑάλωσαν, ἡνίκα οὐδὲν ἦν πλέον τοῖς πεπονθόσιν. ὅτ ̓ οὖν τοιαῦτα πολλὰ γεγένηται, 5 ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖσθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν. ἀκούω γὰρ 30 ἔγωγε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων δεινότατόν ἐστι διαβολή. μάλιστα 6 δὲ τοῦτο ἔχοι ἄν τις ἰδεῖν, ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτία εἰς ἀγῶνα καταστῶσιν. ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σώζονται· 35 πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς ἐλέγχους ἤδη θέλοντες ἀποδέχεσθε.

§ 2. What a hard case is mine ! Nikophemus and his son Aristophanes (my brother-in-law) were put to death without trial; were refused burial; their property was confiscated, and the children of Aristophanes, thus deprived of means, are dependent on me. And yet I am now also in danger of losing what my father—that liberal patriot-left me, on the ground of being in possession of part of his property; at a time too when the treasury is so poor that any one engaged in a suit affecting the revenue is at a special disadvantage.

Ενθυμεῖσθε οὖν ὅτι Νικόφημος καὶ ̓Αριστο- η

φάνης ἄκριτοι ἀπέθανον, πρὶν παραγενέσθαι τινὰ αὐτοῖς ἐλεγχομένοις ὡς ἠδίκουν. οὐδεὶς γὰρ οὐδ ̓ εἶδεν ἐκείνους μετὰ τὴν σύλληψιν· οὐδὲ γὰρ 40 θάψαι τὰ σώματ ̓ αὐτῶν ἀπέδωκαν, ἀλλ ̓ οὕτω δεινὴ ἡ συμφορὰ γεγένηται ὥστε πρὸς τοῖς ἄλλοις 8 καὶ τούτου ἐστέρηνται. ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲν γὰρ ἂν περαίνοιμι· πολὺ δὲ ἀθλιώτεροι δοκοῦσί μοι οἱ παῖδες οἱ ̓Αριστοφάνους. οὐδένα 45 γὰρ οὔτ ̓ ἰδίᾳ οὔτε δημοσίᾳ ἠδικηκότες οὐ μόνον τὰ πατρῷα ἀπολωλέκασι παρὰ τοὺς νόμους τοὺς ὑμετέρους, ἀλλὰ καὶ ἡ ὑπόλοιπος ἐλπὶς ἦν, ὑπὸ τοῦ πάππου ἐκτραφῆναι, ἐν οὕτω δεινῷ καθέ

9 στηκεν.

ἔτι δ ̓ ἡμεῖς ἐστερημένοι μὲν κηδεστῶν, 50 ἐστερημένοι δὲ τῆς προικός, παιδάρια δὲ τρία ἠναγκασμένοι τρέφειν, προσέτι συκοφαντούμεθα, καὶ κινδυνεύομεν περὶ ὧν οἱ πρόγονοι ἡμῖν κατέλιπον κτησάμενοι ἐκ τοῦ δικαίου. καίτοι, ὦ ἄνδρες δικασταί, ὁ ἐμὸς πατὴρ ἐν ἅπαντι τῷ βίῳ 55 πλείω εἰς τὴν πόλιν ἀνάλωσεν ἢ εἰς αὑτὸν καὶ τοὺς οἰκείους, τετραπλάσια δὲ ἢ νῦν ἔστιν ἡμῖν, ὡς ἐγὼ λογιζομένῳ αὐτῷ πολλάκις παρεγενόμην. το μὴ οὖν προκαταγινώσκετε ἀδικίαν τοῦ εἰς αὑτὸν μὲν μικρὰ δαπανῶντος, ὑμῖν δὲ πολλὰ καθ' 60 ἕκαστον τὸν ἐνιαυτόν, ἀλλ ̓ ὅσοι καὶ τὰ πατρῷα καὶ ἄν τί ποθεν λάβωσιν, εἰς τὰς αἰσχίστας τι ἡδονὰς εἰθισμένοι εἰσὶν ἀναλίσκειν. χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς

1 τετραπλάσια (ΐ.ε. δ' πλάσια) “ nunc e Spengelii emendatione scripsi. Coll., § 59 et 61.” Scheibe. Vulgo διπλάσια. 2 λάβωσιν, Codex X μὴ δῶσιν. Alii aliter correxerunt.

65 δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἡ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος· ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα. δέομαι δ' 70 ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετ ̓ εὐνοίας ἀκροασαμένους ἡμῶν διὰ τέλους, ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι.

§ 3. Now, was my father likely to have fraudulently withheld this money? Remember he did not seek the alliance with Aristophanes for his daughter, but gave her on the request of Conon. Moreover, his whole conduct,his marriage with my portionless mother, his selection of poor men as husbands for his daughters, of a portionless wife for me, his son,—proves that he was not likely to be grasping.

Πρῶτον μὲν οὖν, ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγέ- 12 75 νοντο. διδάξω ὑμᾶς. στρατηγῶν γὰρ Κόνων περὶ Πελοπόννησον, τριηραρχήσαντι τῷ ἐμῷ πατρὶ πάλαι φίλος γεγενημένος, ἐδεήθη δοῦναι τὴν ἀδελφὴν αὐτοῦντι τῷ υἱεῖ τῷ Νικοφήμου. ὁ 13 δὲ ὁρῶν αὐτοὺς ὑπ ̓ ἐκείνου τε πεπιστευμένους 80 γεγονότας τε ἐπιεικεῖς τῇ τε πόλει ἔν γε τῷ τότε χρόνῳ ἀρέσκοντας, ἐπείσθη δοῦναι, οὐκ εἰδὼς τὴν ἐσομένην διαβολήν, ἀλλ ̓ ὅτε καὶ ὑμῶν ὁστισοῦν ἂν ἐκείνοις ἠξίωσε κηδεστής γενέσθαι, ἐπεὶ ὅτι γε οὐ χρημάτων ἕνεκα, ῥᾴδιον γνῶναι ἐκ τοῦ 85 βίου παντὸς καὶ τῶν ἔργων τῶν τοῦ πατρός.

ἐκεῖνος γὰρ ὅτ ̓ ἦν ἐν ἡλικίᾳ, παρὸν μετὰ πολλῶν 14

3

χρημάτων γῆμαι ἄλλην, τὴν ἐμὴν μητέρα ἔλαβεν οὐδὲν ἐπιφερομένην, ὅτι δὲ Ξενοφῶντος ἦν θυ γάτηρ τοῦ Εὐριπίδου υἱέος, ὃς οὐ μόνον ἰδίᾳ χρηστὸς ἐδόκει εἶναι, ἀλλὰ καὶ στρατηγεῖν αὐτὸν 90 15 ἠξιώσατε, ὡς ἐγὼ ἀκούω. τὰς τοίνυν ἐμὰς ἀδελφὰς θελόντων τινῶν λαβεῖν ἀπροίκους πάνυ πλουσίων οὐκ ἔδώκεν, ὅτι ἐδόκουν κάκιον γεγονέναι, ἀλλὰ τὴν μὲν Φιλομήλῳ τῷ Παιανιεῖ, ὃν οἱ πολλοὶ βελτίονα ἡγοῦνται εἶναι ἢ πλουσιώ- 95 τερον, τὴν δὲ πένητι γεγενημένῳ οὐ διὰ κακίαν, ἀδελφιδῷ δὲ Φαίδρῳ ὄντι Μυρρινουσίῳ, ἐπιδοὺς τετταράκοντα μνᾶς, καὶ ̓Αριστοφάνει τὸ ἴσον. 16 πρὸς δὲ τούτοις ἐμοὶ πολλὴν ἐξὸν πάνυ προίκα λαβεῖν ἐλάττω συνεβούλευσεν, ὥστε εὖ εἰδέναι 100 ὅτι κηδεσταῖς χρησοίμην κοσμίοις καὶ σώφροσι. καὶ νῦν ἔχω γυναῖκα τὴν Κριτοδήμου θυγατέρα τοῦ ̓Αλωπεκῆθεν, ὃς ὑπὸ Λακεδαιμονίων ἀπεθανεν, ὅτε ἡ ναυμαχία ἐγένετο ἐν Ἑλλησπόντῳ. 1η καίτοι, ὦ ἄνδρες δικασταί, ὅστις αὐτός τε ἄνευ 105 χρημάτων ἔγημε ταῖν τε θυγατέροιν πολύ ἀργύ ριον ἐπέδωκε τῷ τε υἱεῖ ὀλίγην προίκα ἔλαβε, πῶς οὐκ εἰκὸς περὶ τούτου πιστεύειν ὡς οὐχ ἕνεκα χρημάτων τούτοις κηδεστὴς ἐγένετο ;

17

§ 4. Again, was Aristophanes likely to leave much property? He spent freely in his desire for political distinction. It was he that undertook the mission to Dionysius in hopes of detaching him from Sparta, and uniting him with Evagoras. Again, he contributed largely to the subvention asked for from Cyprus: in this

3 οὐκ ἔδωκεν, Reisk. et Scheibe. Vulgo οὐ δέδωκεν.

« ForrigeFortsett »