Sidebilder
PDF
ePub

110

matter he spared neither his own nor his brother's fortune, and borrowed of my father besides. To show you how he had impoverished himself I will tell you this. Demus asked me to raise money on a gold cup he had, and bring it to Cyprus: I asked Aristophanes, accordingly, to lend sixteen mina. He replied that not only had he not got so much, but that he had had to borrow from friends. On another occasion, when entertaining the ambassadors of Evagoras, he had to borrow the necessary plate. Finally, the inventory will show how little moveable property he left.

4

̓Αλλὰ μὴν ὅ γε ̓Αριστοφάνης ἤδη ἔχων τὴν 18 γυναῖκα ὅτι πολλοῖς ἂν μᾶλλον ἐχρῆτο ἢ τῷ ἐμῷ πατρί, ῥᾴδιον γνῶναι. ἥ τε γὰρ ἡλικία πολὺ διάφορος, ἥ τε φύσις ἔτι πλέον· ἐκείνῳ μὲν γὰρ ἦν τὰ ἑαυτοῦ πράττειν, ̓Αριστοφάνης 115 δὲ οὐ μόνον τῶν ἰδίων ἀλλὰ καὶ τῶν κοινῶν ἐβούλετο ἐπιμελεῖσθαι, καὶ εἴ τι ἦν αὐτῷ ἀργύριον, ἀνήλωσεν ἐπιθυμῶν τιμᾶσθαι. γνώσεσθε δὲ ὅτι 19 ἀληθῆ λέγω ἐξ αὐτῶν ὧν ἐκεῖνος ἔπραττε. πρώτον μὲν γὰρ βουλομένου Κόνωνος πέμπειν τινὰ 120 εἰς Σικελίαν, ᾤχετο ὑποστὰς μετὰ Εὐνόμου, Διονυσίου φίλου ὄντος καὶ ξένου, τὸ πλῆθος τὸ ὑμέτερον πλεῖστα ἀγαθὰ πεποιηκότος, ὡς ἐγὼ ἀκήκοα τῶν ἐν Πειραιεῖ παραγενομένων. ἦσαν 20 δ ̓ ἐλπίδες τοῦ πλοῦ πεῖσαι Διονύσιον κηδεστὴν 125 μὲν γενέσθαι Εὐαγόρα, πολέμιον δὲ Λακεδαιμονίοις, φίλον δὲ καὶ σύμμαχον τῇ πόλει τῇ ὑμετέρᾳ. καὶ ταῦτ ̓ ἔπραττον πολλῶν κινδύνων ὑπαρχόντων πρὸς τὴν θάλασσαν καὶ τοὺς που

4 πολλοις ἂν MSS. πολλοῖς δὴ Scheibe.

5 Scheibe τῶν παραγενομένων.

5

λεμίους, καὶ ἔπεισαν Διονύσιον μὴ πέμψαι τριήρεις ἃς τότε παρεσκευάσατο Λακεδαιμονίοις. 130 21 μετὰ δὲ ταῦτα ἐπειδὴ οἱ πρέσβεις ἧκον ἐκ Κύπρου ἐπὶ τὴν βοήθειαν, οὐδὲν ἐνέλιπε προθυμίας σπεύδων. ὑμεῖς δὲ τριήρεις αὐτοῖς ἔδοτε καὶ τἆλλα ἐψηφίσασθε, ἀργυρίου δ ̓ εἰς τὸν ἀπόστολον ἠπόρουν. ὀλίγα μὲν γὰρ ἦλθον 135 ἔχοντες χρήματα, πολλῶν δὲ προσεδεήθησαν· οὐ γὰρ μόνον εἰς τὰς ναῦς, ἀλλὰ καὶ πελταστὰς 22 ἐμισθώσαντο καὶ ὅπλα ἐπρίαντο. Αριστοφάνης

6

δ ̓ οὖν τῶν χρημάτων τὰ μὲν πλεῖστα αὐτὸς παρέσχεν· ἐπειδὴ δὲ οὐχ ἱκανὰ ἦν, τοὺς φίλους 140 ἔπειθε δεόμενος καὶ ἐγγυώμενος, καὶ τοῦ ἀδελφοῦ τοῦ ὁμοπατρίου ἀποκειμένας παρ ̓ αὑτῷ τεσσαράκοντα μνᾶς ἔχων κατεχρήσατο. τῇ δὲ προτεραίᾳ ἡ ἀνήγετο, εἰσελθὼν ὡς τὸν πατέρα τὸν ἐμὸν ἐκέλευσε χρῆσαι ὅ τι εἴη ἀργύριον. προσ- 145 δεῖν γὰρ ἔφη πρὸς τὸν μισθὸν τοῖς πελτασταῖς. ἦσαν δ ̓ ἡμῖν ἔνδον ἑπτὰ μναῖ· ὁ δὲ καὶ ταύτας 23 λαβὼν κατεχρήσατο. τίνα γὰρ οἴεσθε, ὦ ἄνδρες δικασταί, φιλότιμον μὲν ὄντα, ἐπιστολῶν δ' αὐτῷ ἡκουσῶν παρὰ τοῦ πατρὸς μηδὲν ἀπορήσειν 150 ἐκ Κύπρου, ᾑρημένον δὲ πρεσβευτὴν καὶ μέλλοντα πλεῖν ὡς Εὐαγόραν, ὑπολείπεσθαι ἄν τι τῶν ὄντων, ἀλλ ̓ οὐκ εἰ ἦν δυνατὸς πάντα παρασχόντα χαρίσασθαι ἐκείνῳ τε καὶ κομίσασθαι μὴ ἐλάττω ; Ὡς τοίνυν ταῦτ ̓ ἐστὶν ἀληθῆ, κάλει μοι Εὔνο- 155

μον.

6 ἔχων Cobetus. Alii εἰπὼν [MS. Χ], λαβὼν, πείθων, ἀπορῶν. ἀπιών nunc probat Scheibe. αὑτῷ ego scripsi.

WITNESSES AS TO THE PROCEEDINGS OF ARISTO-
PHANES IN THE MATTER OF HIS MISSION TO
EVAGORAS.

Τῶν μὲν μαρτύρων ἀκούετε, οὐ μόνον ὅτι 24 ἔχρησαν ἐκείνου δεηθέντος, ἀλλὰ καὶ ὅτι ἀπειλήφασιν· ἐκομίσθη γὰρ αὐτοῖς ἐπὶ τῆς τριήρους. 160 Ρᾴδιον μὲν οὖν ἐκ τῶν εἰρημένων γνῶναι ὅτι τοιούτων καιρῶν συμπεσόντων οὐδενὸς ἂν ἐφείσατο τῶν ἑαυτοῦ· ὃ δὲ μέγιστον τεκμήριον· Δῆμος 25 γὰρ ὁ Πυριλάμπους, τριηραρχῶν εἰς Κύπρον, ἐδεήθη μου προσελθεῖν αὐτῷ, λέγων ὅτι ἔλαβε 165 σύμβολον παρὰ βασιλέως τού μεγάλου φιάλην χρυσῆν, καὶ λαβεῖν ἑκκαίδεκα μνᾶς ἐπ ̓ αὐτῇ, ἃς ἔχοι ἀναλίσκειν εἰς τὰ τῆς τριηραρχίας· ἐπειδὴ δὲ εἰς Κύπρον ἀφίκοιτο, λύσεσθαι ἀποδοὺς εἴκοσι μνᾶς· πολλῶν γὰρ ἀγαθῶν καὶ ἄλλων καὶ 170 χρημάτων εὐπορήσειν διὰ τὸ σύμβολον ἐν πάσῃ τῇ ἠπείρῳ. ̓Αριστοφάνης τοίνυν ἀκούων μὲν 26 ταῦτα Δήμου, δεομένου δ ̓ ἐμοῦ, μέλλων δ ̓ ἄξειν τὸ χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλ ̓ ὤμνυ καὶ προσδεδανεῖσθαι 175 τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστ ̓ ἂν ἀνθρώπων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι ἡμῖν ἃ ἐδεόμεθα. ὡς δὲ ταῦτ ̓ ἐστὶν ἀληθῆ, 27 μάρτυρας ὑμῖν παρέξομαι.

7 Omisi ὡς ̓Αριστοφάνην, quæ verba seclusit Scheibe.

28

WITNESS AS TO ARISTOPHANES REFUSING TO LEND
ON THE SECURITY OF THE GOLD CUP.

Ὅτι μὲν τοίνυν οὐ κατέλιπεν ̓Αριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν 180 εἰρημένων καὶ μεμαρτυρημένων· χαλκώματα δὲ σύμμικτα οὐ πολλὰ ἐκέκτητο. ἀλλὰ καὶ ὅθ ̓ εἱστία τοὺς παρ' Εὐαγόρου πρεσβεύοντας, αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν.

SCHEDULE OF THE PERSONAL PROPERTY OF
ARISTOPHANES.

§ 5. The list is small. But remember that before the battle of Cnidus [B.C. 394] he had nothing but a small estate at Rhamnus. That was about five years before his death, and in that interval he twice supplied a chorus, served as trierarch three years running, gave many contributions to the State, bought a town house and more than 300 plethra of land. He was not therefore likely to leave much personal property behind.

Ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ 185 ὀλίγα εἶναι· ἀλλ ̓ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι πρὶν τὴν ναυμαχίαν νικῆσαι ἡμᾶς, οὐκ ἦν ἀλλ ̓ ἢ χωρίδιον μικρὸν Ραμνοῦντι. ἐγένετο δ ̓ ἡ ναυ 29 μαχία ἐπ ̓ Εὐβούλου ἄρχοντος. ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας, 190 χαλεπόν, ὦ ἄνδρες δικασταί, τραγῳδοῖς τε δὶς χορηγῆσαι, ὑπὲρ αὑτοῦ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλὰς εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα 195

K

κτήσασθαι, ἔτι δὲ πρὸς τούτοις οἴεσθαι χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι. ἀλλ ̓ οὐδ ̓ οἱ 30

πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδ ̓ 200 ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα ἃ κτησαμένῳ εἰς τὸν λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι.

§ 6. Another proof that the State has his personal property in full. We took care that his goods should not be exposed to plunder by the doors of his house being wrenched off, as often happens, and no one left in charge. I will swear too most solemnly, not only that I have none of his goods, but that he died owing us my sister's portion, and seven minæ besides. It is hard to suffer this loss, to be saddled with the widow and children, and yet to be punished as though I had embezzled his goods.

8

̓Αλλὰ τόδε σκοπείτε. τῶν ἄλλων ὅσων ἐδη- 31 μεύσατε τὰ χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρ 205 πάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξεληλυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν ἐν τῇ οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο. ἔπιπλα δὲ ἀπεφαίνετο πλεῖον ἢ χιλίων δραχμῶν, ὅσα οὐδενός πώποτ' 210 ἐλάβετε. πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς 32 τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μὴ ἔχειν τῶν Αριστοφάνους χρημάτων, ὀφείλεσθαι δὲ τὴν προῖκα τῆς ἀδελφῆς καὶ ἑπτὰ μνᾶς, ἃς ᾤχετο 215 λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ. πῶς ἂν οὖν 33 8 ἀπεφαίνετο Cobetus. Scheibe et vulgo ἀπεφαίνοντο.

« ForrigeFortsett »