Sidebilder
PDF
ePub

πεπραγμένων. αἴτιοι οὖν εἰσι καὶ ὑμῖν πολλῶν ἤδη ψευσθῆναι καὶ δὴ ἀδίκως γέ τινας ἀπολέσθαι οἱ ῥᾳδίως τολμῶντες ψεύδεσθαι καὶ συκοφαντεῖν 345 ἀνθρώπους ἐπιθυμοῦντες. ἔπειτ' οἴομαι ὑμᾶς 52 εἰδέναι ὅτι ̓Αλκιβιάδης τέτταρα ή πέντε ἔτη ἐφεξῆς ἐστρατήγει ἐπικρατῶν καὶ νενικηκὼς Λακεδαιμονίους, καὶ διπλάσια ἐκείνῳ ἠξίουν αἱ πόλεις διδόναι ἢ ἄλλῳ τινὶ τῶν στρατηγῶν, ὥστ ̓ 350 ᾤοντο εἶναί τινες αὐτῷ πλέον ἢ ἑκατὸν τάλαντα. ὁ δ ̓ ἀποθανὼν ἐδήλωσεν ὅτι οὐκ ἀληθῆ ταῦτα ἦν· ἐλάττω γὰρ οὐσίαν κατέλιπε τοῖς παισὶν ἢ αὐτὸς παρὰ τῶν ἐπιτροπευσάντων παρέλαβεν.

Ὅτι μὲν οὖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ 53 355 τοιαῦτα ἐγίγνετο, ῥᾴδιον γνῶναι· φασὶ δὲ καὶ τοὺς ἀρίστους καὶ σοφωτάτους μάλιστα ἐθέλειν μεταγιγνώσκειν. εἰ οὖν δοκοῦμεν εἰκότα λέγειν καὶ ἱκανὰ τεκμήρια παρέχεσθαι, ὦ ἄνδρες δικασταί, πάσῃ τέχνῃ καὶ μηχανῇ ἐλεήσατε, ὡς ἡμεῖς 360 τῆς μὲν διαβολῆς οὕτω μεγάλης οὔσης ἀεὶ προσεδοκῶμεν κρατήσειν μετὰ τοῦ ἀληθοῦς· ὑμῶν δὲ μηδενὶ τρόπῳ ἐθελησάντων πεισθῆναι οὐδ ̓ ἐλπὶς οὐδεμία σωτηρίας ἐδόκει ἡμῖν εἶναι. ἀλλὰ πρὸς 54 θεῶν Ολυμπίων, ὦ ἄνδρες δικασταί, βούλεσθε 365 ἡμᾶς δικαίως σῶσαι μᾶλλον ἢ ἀδίκως ἀπολέσαι, καὶ πιστεύετε τούτοις ἀληθῆ λέγειν, οἳ ἂν καὶ σιωπῶντες ἐν ἅπαντι τῷ βίῳ παρέχωσι σώφρονας σφᾶς αὐτοὺς καὶ δικαίους.

§ 9. My character and that of my father should be my warrant. I am thirty, and never was in a law court

55

before. My father, from pure patriotism, not from the hope of recouping himself by office, spent no less than 9 talents 2000 drachmæ on the public service ; and was ever liberal to his fellow-citizens in helping to portion their daughters and perform their funerals.

Περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς, καὶ ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ 370 ἐκείνου εἰς τὸν ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν· περὶ δ ̓ ἐμαυτοῦ βραχέα βούλομαι ὑμῖν εἰπεῖν. ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν 375 οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὐδὲ πρὸς δικαστηρίῳ οὐδὲ πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν ταύτην τὴν συμφορὰν 56 γενέσθαι. περὶ μὲν οὖν ἐμαυτοῦ τοσαῦτα λέγω, περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος αἱ 380 κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ανήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλοτιμίας ἕνεκεν ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου 385 τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν. 57 εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνον τούτου ἕνεκεν, ἀλλ ̓ ἵνα ἄρχειν ὑφ ̓ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χορη- 390 γίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις, εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν. ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς, καὶ καθ ̓ ἑκάστην ἀναγνώσεται.

A LIST OF SERVICES PERFORMED BY DEFENDANT'S

FATHER.

395 ̓Ακούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεν- 58 τήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς χρήμασι καὶ τῷ σώματι τῇ πόλει ἐλειτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην 13 400 ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.

πεφευγέναι.

WITNESSES AS TO THE LIBERAL MANNER IN WHICH
DEFENDANT'S FATHER PERFORMED HIS LITUR-

GIES.'

Τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα 59 τάλαντα καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδίᾳ τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δ ̓ ἐλύσατο ἐκ τῶν 405 πολεμίων, τοῖς δ ̓ εἰς ταφὴν παρεῖχεν ἀργύριον.

καὶ ταῦτ ̓ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ
ὠφελεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι·
νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου.
μοι κάλει τὸν καὶ τόν.

Καί

FURTHER WITNESSES TO THE LIBERALITY OF
DEFENDANT'S FATHER.

§ 10. Now, a man could not keep up a hypocritical pretence of liberality through a long life of seventy years.

13 Reiskius voluit δίκην, sed de impensis sui patris non de litibus agit orator.

60

Facts speak for themselves. He once had a large property. If you now confiscate it, you will find barely two talents; and on this small remnant I am at this moment serving a trierarchy, and intend to follow in my father's path of disinterested patriotism.

Τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε 410 δὲ ὅτι ὀλιγον μὲν χρόνον δύναιτ ̓ ἄν τις πλάσασθαι τὸν τρόπον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδ ̓ ἂν εἷς λάθοι πονηρὸς ὤν. τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι ἐπικαλέσαι ἴσως, εἰς χρήματα δὲ οὐδεὶς οὐδὲ τῶν ἐχθρῶν ἐτόλμησε 415 61 πώποτε. οὔκουν ἄξιον τοῖς τῶν κατηγόρων λόγοις πιστεῦσαι μᾶλλον ἢ τοῖς ἔργοις, ἃ ἐπράχθη ἐν ἅπαντι τῷ βίῳ, καὶ τῷ χρόνῳ, ὃν ὑμεῖς σαφέ στατον ἔλεγχον τοῦ ἀληθοῦς νομίσατε. εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολλῶν ὀλίγα κατέ- 420 λιπεν, ἐπεὶ εἰ νῦν γε ἐξαπατηθείητε ὑπὸ τούτων καὶ δημεύσαιθ' ἡμῶν τὴν οὐσίαν, οὐδὲ δύο τάλαντα λάβοιτ ̓ ἄν. ὥστε οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ εἰς χρημάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι· πολὺ γὰρ πλείω ὠφελήσεσθε, 425 62 ἂν ἡμεῖς ἔχωμεν. σκοπεῖτε δὲ ἐκ τοῦ παρεληλυθότος χρόνου, ὅσα φαίνεται ἀνηλωμένα εἰς τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι δ', ὥσπερ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ 430 μικρὸν παρασκευάσασθαι εἰς τὰς κοινὰς ὠφελείας. ὥστε τῷ γ ̓ ἔργῳ τῆς πόλεως 14 ταῦτ ̓ ἐστί, καὶ οὔτ ̓ ἐγὼ ἀφῃρημένος ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν δὲ

14 τῆς πόλεως, vulgo πάλαι. Alii alias correxerunt, πάλαι ὑμέτερα, πάλαι τῆς πόλεως, πάλαι ταῦτ ̓ ἐστι κοινά.

πλείους οὕτως αἱ ὠφέλειαι ἢ εἰ δημεύσαιτε. πρὸς 63 435 δὲ τούτοις ἄξιον ἐνθυμηθῆναι οἵαν φύσιν εἶχεν ὁ πατήρ. ὅσα γὰρ ἔξω τῶν ἀναγκαίων ἐπεθύμησεν ἀναλίσκειν, πάντα φανήσεται τοιαῦτα ὅθεν καὶ τῇ πόλει τιμὴ ἔμελλεν ἔσεσθαι. αὐτίκα ὅτε ἵππευεν, οὐ μόνον ἵππους ἐκτήσατο λαμπρούς 440 ἀλλὰ καὶ ἀθλητάς, οἷς ἐνίκησεν Ἰσθμοῖ καὶ Νεμέα, ὥστε τὴν πόλιν κηρυχθῆναι καὶ αὐτὸν στεφανωθῆναι. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες 64 δικασταί, καὶ τούτων καὶ τῶν ἄλλων μεμνημένους ἁπάντων τῶν εἰρημένων βοηθεῖν ἡμῖν καὶ μὴ 445 περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ἀναιρεθέντας. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ ὑμῖν αὐτοῖς τὰ συμφέροντα.

ORATION ΧΙ. [22.]

FOR THE PROSECUTION.

AGAINST THE CORN

DEALERS FOR ENGROSSING.'

[ocr errors]

§ 1. Though the prosecution of engrossers' in corn is legal, yet there is a certain prejudice against the promoter. I must first show that I do not act from spite. Originally the Boulè wished to deliver these men without trial to the Eleven for execution. I then spoke against that course, and advised that the ordinary form of trial should be used. I incurred odium for that, and I now wish to show that I was acting not from favour to the dealers but for the sake of legality.

Πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες δικα

« ForrigeFortsett »