Sidebilder
PDF
ePub

2

σταί, θαυμάζοντες ὅτι ἐγὼ τῶν σιτοπωλῶν ἐν τῇ βουλῇ κατηγόρουν, καὶ λέγοντες ὅτι ὑμεῖς, εἰ ὡς μάλιστα αὐτοὺς ἀδικεῖν ἡγεῖσθε, οὐδὲν ἧττον καὶ τοὺς περὶ τούτων ποιουμένους λόγους συκοφαντεῖν 5 νομίζετε. ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων πρῶτον εἰπεῖν βούλομαι.

Ἐπειδὴ γὰρ οἱ πρυτάνεις ἀπέδοσαν εἰς τὴν βουλὴν περὶ αὐτῶν, οὕτως ὠργίσθησαν αὐτοῖς, ὥστε ἔλεγόν τινες τῶν ῥητόρων ὡς ἀκρίτους 10 αὐτοὺς χρὴ τοῖς ἕνδεκα παραδούναι θανάτῳ ζημιῶσαι. ἡγούμενος δὲ ἐγὼ δεινὸν εἶναι τοιαῦτα ἐθίζεσθαι ποιεῖν τὴν βουλήν, ἀναστὰς εἶπον ὅτι μοι δοκοίη κρίνειν τοὺς σιτοπώλας κατὰ τὸν νόμον, νομίζων, εἰ μέν εἰσιν ἄξια θανάτου εἰργασ- 15 μένοι, ὑμᾶς οὐδὲν ἧττον ἡμῶν γνώσεσθαι τὰ δίκαια, εἰ δὲ μηδὲν ἀδικοῦσιν, οὐ δεῖν αὐτοὺς 3 ἀκρίτους ἀπολωλέναι. πεισθείσης δὲ τῆς βουλῆς ταῦτα, διαβάλλειν ἐπεχείρουν με λέγοντες ὡς ἐγὼ σωτηρίας ἕνεκα τῆς τῶν σιτοπωλῶν τοὺς 20 λόγους τούτους ἐποιούμην. πρὸς μὲν οὖν τὴν βουλήν, ὅτ ̓ ἦν αὐτοῖς ἡ κρίσις, ἔργῳ ἀπελογησάμην· τῶν γὰρ ἄλλων ἡσυχίαν ἀγόντων ἀναστὰς αὐτῶν κατηγόρουν, καὶ πᾶσι φανερὸν ἐποίησα ὅτι οὐχ ὑπὲρ τούτων ἔλεγον, ἀλλὰ τοῖς νόμοις 25 4 τοῖς κειμένοις ἐβοήθουν. ήρξάμην μὲν οὖν τούτων ἕνεκα, δεδιὼς τὰς αἰτίας· αἰσχρὸν δ ̓ ἡγοῦμαι πρότερον παύσασθαι, πρὶν ἂν ὑμεῖς περὶ αὐτῶν ὅ τι ἂν βούλησθε ψηφίσησθε.

§ 2. First, I will show by an examination of the

dealers that they have broken the law in buying up above the legal quantity of corn. They plead that they were acting under the orders of the corn-inspectors. That is no defence to the charge, unless the law contains a clause giving the inspectors such dispensing power. But I will prove that the plea is false. The only advice they got from an inspector was to cease bidding against each other, and to be content with the legal profit.

30 Καὶ πρῶτον μὲν ἀνάβηθι καὶ εἰπὲ σὺ ἐμοί, 5 μέτοικος εἶ; Ναί. Μετοικεῖς δὲ πότερον ὡς πεισόμενος τοῖς νόμοις τοῖς τῆς πόλεως, ἢ ὡς ποιήσων ὅ τι ἂν βούλῃ; Ως πεισόμενος. Αλλο τι οὖν ἀξιοῖς ἢ ἀποθανεῖν, εἴ τι πεποίηκας παρὰ 35 τοὺς νόμους, ἐφ ̓ οἷς θάνατος ἡ ζημία ; Ἔγωγε. ̓Απόκριναι δή μοι, εἰ ὁμολογεῖς πλείω σῖτον συμπρίασθαι πεντήκοντα φορμῶν, ὧν ὁ νόμος ἐξεῖναι κελεύει. Ἐγὼ τῶν ἀρχόντων κελευόντων συνεπριάμην.

40

*Αν μὲν τοίνυν ἀποδείξῃ, ὦ ἄνδρες δικασταί, 6 ὡς ἔστι νόμος ὃς κελεύει τοὺς σιτοπώλας συνωνεῖσθαι τὸν σίτον, ἂν οἱ ἄρχοντες κελεύωσιν, ἀποψηφίσασθε· εἰ δὲ μή, δίκαιον ὑμᾶς καταψηφίσασθαι. ἡμεῖς γὰρ ὑμῖν παρεσχόμεθα τὸν 45 νόμον, ὃς ἀπαγορεύει μηδένα τῶν ἐν τῇ πόλει πλείω σῖτον πεντήκοντα φορμῶν συνωνεῖσθαι.

Χρῆν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἱκανὴν 7 εἶναι ταύτην τὴν κατηγορίαν, ἐπειδὴ οὗτος μὲν ὁμολογεῖ συμπρίασθαι ὁ δὲ νόμος ἀπαγορεύων 50 φαίνεται, ὑμεῖς δὲ κατὰ τοὺς νόμους ὀμωμόκατε ψηφιεῖσθαι· ὅμως δ ̓ ἵνα πεισθῆτε ὅτι καὶ κατὰ τῶν ἀρχόντων ψεύδονται, ἀνάγκη καὶ μακρότερον

8 εἰπεῖν περὶ αὐτῶν. ἐπειδὴ γὰρ οὗτοι τὴν αἰτίαν εἰς ἐκείνους ἀνέφερον, παρακαλέσαντες τοὺς ἄρχοντας ἠρωτῶμεν. καὶ οἱ μὲν τέσσαρες οὐδὲν 55 ἔφασαν εἰδέναι τοῦ πράγματος, "Ανυτος δ ̓ ἔλεγεν ὡς τοῦ προτέρου χειμῶνος, ἐπειδὴ τίμιος ἦν ὁ σῖτος, τούτων ὑπερβαλλόντων ἀλλήλους καὶ πρὸς σφᾶς αὐτοὺς μαχομένων συμβουλεύσειεν αὐτοῖς παύσασθαι φιλονεικοῦσιν, ἡγούμενος συμφέρειν 60 ὑμῖν τοῖς παρὰ τούτων ὠνουμένοις ὡς ἀξιώτατον τούτους πρίασθαι· δεῖν γὰρ αὐτοὺς ὀβολῷ μόνον 9 πωλεῖν τιμιώτερον. ὡς τοίνυν οὐ συμπριαμένους καταθέσθαι ἐκέλευεν αὐτούς, ἀλλὰ μὴ ἀλλήλοις ἀντωνεῖσθαι συνεβούλευεν, αὐτὸν ὑμῖν ̓́Ανυτον 65 μάρτυρα παρέξομαι, καὶ ὡς οὗτος μὲν ἐπὶ τῆς προτέρας βουλῆς τούτους εἶπε τοὺς λόγους, οὗτοι δ ̓ ἐπὶ τῆσδε συνωνούμενοι φαίνονται.

ΙΟ

DEPOSITION OF ANYTUS THAT HE DID NOT ADVISE THE CORN DEALERS TO ACCUMULATE CORN.

Ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῶν ἀρχόντων κελευσθέντες συνεπρίαντο τὸν σῖτον, ἀκηκόατε· ἡγοῦμαι 70 δ ̓, ἂν ὡς μάλιστα περὶ τούτων ἀληθῆ λέγωσιν, οὐχ ὑπὲρ αὑτῶν αὐτοὺς ἀπολογήσεσθαι, ἀλλὰ τούτων κατηγορήσειν· περὶ γὰρ ὧν εἰσι νόμοι διαρρήδην γεγραμμένοι, πῶς οὐ χρὴ διδόναι δίκην καὶ τοὺς μὴ πειθομένους καὶ τοὺς κελεύοντας 75 τούτοις τἀναντία πράττειν ;

1 ἐπὶ τῆσδε. MSS. ἐπίτηδες.

§3. They will plead that they acted for your benefit in amassing corn that they might sell it cheap. This is false, for they often varied the selling price as much as a drachma in a day.

̓Αλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οἴομαι αὐτοὺς 11 ἐπὶ μὲν τοῦτον τὸν λόγον οὐκ ἐλεύσεσθαι· ἴσως δ ̓ ἐροῦσιν, ὥσπερ καὶ ἐν τῇ βουλῇ, ὡς ἐπ ̓ εὐνοιᾳ 80 τῆς πόλεως συνεωνοῦντο τὸν σῖτον, ἵν ̓ ὡς ἀξιώ τατον ἡμῖν πωλοῖεν. μέγιστον δ ̓ ὑμῖν ἐρῶ καὶ περιφανέστατον τεκμήριον ὅτι ψεύδονται. ἐχρῆν 12 γὰρ αὐτούς, εἴπερ ὑμῶν ἕνεκα ἔπραττον ταῦτα, φαίνεσθαι τῆς αὐτῆς τιμῆς πολλὰς ἡμέρας πω 85 λοῦντας, ἕως ὁ συνεωνημένος αὐτοὺς ἐπέλιπε· νυνὶ δ ̓ ἐνίοτε τῆς αὐτῆς ἡμέρας ἐπώλουν δραχμῇ τιμιώτερον, ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.

EVIDENCE TO SHOW THAT THE CORN DEALERS HAVE VARIED THE PRICE OF THEIR STORED CORN.

§ 4. Is it likely that men, who, when State contributions are wanted, plead poverty, should, entirely for your profit, risk death by an infraction of a law? Indeed public disasters benefit them by making corn dearer. And the city is reduced by them in time of peace almost to a state of siege as regards provisions. This is why corn inspectors are appointed.

Δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ ὅταν μὲν εἰσφορὰν 13 90 εἰσενεγκεῖν δέῃ, ἣν πάντες εἴσεσθαι μέλλουσιν, οὐκ ἐθέλουσιν, ἀλλὰ πενίαν προφασίζονται, ἐφ ̓ οἷς δὲ θάνατός ἐστιν ἡ ζημία καὶ λαθεῖν αὐτοῖς

συνέφερε, ταῦτα ἐπ ̓ εὐνοίᾳ φασὶ τῇ ὑμετέρᾳ παρανομῆσαι. καίτοι πάντες ἐπίστασθε ὅτι τούτοις ἥκιστα προσήκει τοιούτους ποιεῖσθαι 95 λόγους. τἀναντία γὰρ αὐτοῖς καὶ τοῖς ἄλλοις συμφέρει· τότε γὰρ πλεῖστα κερδαίνουσιν, ὅταν κακοῦ τινος ἀπαγγελθέντος τῇ πόλει τίμιον τὸν 14 σῖτον πωλῶσιν. οὕτω δ ̓ ἄσμενοι τὰς συμφορὰς τὰς ὑμετέρας ὁρῶσιν, ὥστε τας μὲν πρότεροι τῶν 100 ἄλλων πυνθάνονται, τὰς δ ̓ αὐτοὶ λογοποιοῦσιν, ἢ τὰς ναῦς διεφθάρθαι τὰς ἐν τῷ Πόντῳ, ἢ ὑπὸ Λακεδαιμονίων ἐκπλεούσας συνειλήφθαι, ἢ τὰ ἐμπόρια κεκλεῖσθαι, ἢ τὰς σπονδὰς μέλλειν ἀπορρηθήσεσθαι, καὶ εἰς τοῦτ ̓ ἔχθρας ἐληλύθασιν, 105 15 ὥστ ̓ ἐν τούτοις τοῖς καιροῖς ἐπιβουλεύουσιν ἡμῖν, ἐν οἷσπερ οἱ πολέμιοι. ὅταν γὰρ μάλιστα σίτου τυγχάνητε δεόμενοι, ἀναρπάζουσιν οὗτοι καὶ οὐκ ἐθέλουσι πωλεῖν, ἵνα μὴ περὶ τῆς τιμῆς διαφερώ μεθα, ἀλλ ̓ ἀγαπῶμεν ἂν ὁποσουτινοσοῦν πριά- 110 μενοι παρ' αὐτῶν ἀπέλθωμεν· ὥστ ̓ ἐνίοτε εἰρήνης 16 οὔσης ὑπό τούτων πολιορκούμεθα. οὕτω δὲ πάλαι περὶ τῆς τούτων πανουργίας καὶ κακονοίας ἡ πόλις ἔγνωκεν, ὥστ ̓ ἐπὶ μὲν τοῖς ἄλλοῖς ὠνίοις ἅπασι τοὺς ἀγορανόμους φύλακας κατεστήσατε, 115 ἐπὶ δὲ ταύτῃ μόνῃ τῇ τέχνῃ χωρὶς σιτοφύλακας ἀπεκληροῦτε· καὶ πολλάκις ἤδη παρ' ἐκείνων πολιτῶν ὄντων δίκην τὴν μεγίστην ἐλάβετε, ὅτι οὐχ οἷοί τ ̓ ἦσαν τῆς τούτων πονηρίας ἐπικρατῆσαι. καίτοι τί χρὴ αὐτοὺς τοὺς ἀδικοῦντας ὑφ ̓ ὑμῶν 120 πάσχειν, ὁπότε καὶ τοὺς οὐ δυναμένους φυλάττειν ἀποκτείνετε;

L

« ForrigeFortsett »