Sidebilder
PDF
ePub

§ 5. If there were a conflict of testimony, you might acquit them; but now you have their own confession. Condemn them as a warning to others. Remember that the practice is so profitable as to tempt many to risk the penalties. More worthy of your pity are the people they helped to starve, the merchants against whom they combined, and the inspectors who have before now suffered death for not being able to prevent their practices.

εἰ

Ενθυμεῖσθαι δὲ χρὴ ὅτι ἀδύνατον ὑμῖν ἐστὶν 17 ἀποψηφίσασθαι. εἰ γὰρ ἀπογνώσεσθε ὁμολο125 γούντων αὐτῶν ἐπὶ τοὺς ἐμπόρους συνίστασθαι, δόξεθ ̓ ὑμεῖς ἐπιβουλεύειν τοῖς εἰσπλέουσιν. μὲν γὰρ ἄλλην τινὰ ἀπολογίαν ἐποιοῦντο, οὐδεὶς ἂν εἶχε τοῖς ἀποψηφισαμένοις ἐπιτιμᾶν· ἐφ ̓ ὑμῖν γὰρ ὁποτέροις βούλεσθε πιστεύειν· νῦν δὲ 130 πῶς οὐ δεινὰ ἂν δόξαιτε ποιεῖν, εἰ τοὺς ὁμολογοῦντας παρανομεῖν ἀζημίους ἀφήσετε; ἀνα- 18 μνήσθητε δέ, ὦ ἄνδρες δικασταί, ὅτι πολλῶν ἤδη ἐχόντων ταύτην τὴν αἰτίαν καὶ μάρτυρας παρεχομένων θάνατον κατέγνωτε, πιστοτέρους ἡγησά135 μενοι τοὺς τῶν κατηγόρων λόγους. καίτοι πῶς ἂν οὐ θαυμαστὸν εἴη, εἰ περὶ τῶν αὐτῶν ἁμαρτημάτων δικάζοντες μᾶλλον ἐπεθυμεῖτε παρὰ τῶν ἀρνουμένων δίκην λαμβάνειν ; Καὶ μὲν δή, ὦ 19 ἄνδρες δικασταί, πᾶσιν ἡγοῦμαι φανερὸν εἶναι 140 ὅτι οἱ περὶ τῶν τοιούτων ἀγῶνες κοινότατοι τυγχάνουσιν ὄντες τοῖς ἐν τῇ πόλει, ὥστε πεύσονται ἥντινα γνώμην περὶ αὐτῶν ἔχετε, ἡγούμενοι, ἂν μὲν θάνατον αὐτῶν καταγνῶτε, κοσμιωτέρους ἔσεσθαι τοὺς λοιπούς· ἂν δ ̓ ἀζημίους ἀφῆτε, 145 πολλὴν ἄδειαν αὐτοῖς ἐψηφισμένοι ἔσεσθε ποιεῖν

20 ὅ τι ἂν βούλωνται. χρὴ δέ, ὦ ἄνδρες δικασταί, μὴ μόνον τῶν παρεληλυθότων ἕνεκα αὐτοὺς κολάξειν, ἀλλὰ καὶ παραδείγματος ἕνεκα τῶν μελλόντων ἔσεσθαι· οὕτω γὰρ ἔσονται μόγις ἀνεκτοί. ἐνθυμεῖσθε δὲ ὅτι ἐκ ταύτης τῆς τέχνης 150 πλεῖστοι περὶ τοῦ σώματός εἰσιν ἠγωνισμένοι· καὶ οὕτω μεγάλα ἐξ αὐτῆς ὠφελοῦνται, ὥστε μᾶλλον αἱροῦνται καθ ̓ ἑκάστην ἡμέραν περὶ τῆς ψυχῆς κινδυνεύειν ἢ παύσασθαι παρ' ὑμῶν 21 ἀδίκως κερδαίνοντες. καὶ μὲν δὴ οὐδ ̓ ἂν ἀντιβο- 155 λῶσιν ὑμᾶς καὶ ἱκετεύωσι, δικαίως ἂν αὐτοὺς ἐλεήσαιτε, ἀλλὰ πολὺ μᾶλλον τῶν τε πολιτῶν οἳ διὰ τὴν τούτων πονηρίαν ἀπέθνησκον, καὶ τοὺς ἐμπόρους ἐφ ̓ οὓς οὗτοι συνέστησαν· οἷς ὑμεῖς χαριεῖσθε καὶ προθυμοτέρους ποιήσετε, δίκην 160 παρ' αὐτῶν λαμβάνοντες. εἰ δὲ μή, τίν' αὐτοὺς οἴεσθε γνώμην ἕξειν, ἐπειδὰν πύθωνται ὅτι τῶν καπήλων, οἳ τοῖς εἰσπλέουσιν ὡμολόγησαν ἐπιβουλεύειν, ἀπεψηφίσασθε ;

22

Οὐκ οἶδ' ὅ τι δεῖ πλείω λέγειν· περὶ μὲν γὰρ 165 τῶν ἄλλων τῶν ἀδικούντων, ὅτε δικάζονται, δεῖ παρὰ τῶν κατηγόρων πυθέσθαι, τὴν δὲ τούτων πονηρίαν ἅπαντες ἐπίστασθε. ἂν οὖν τούτων καταψηφίσησθε, τά τε δίκαια ποιήσετε καὶ ἀξιώτερον τὸν σῖτον ὠνήσεσθε· εἰ δὲ μή, τιμιώτερον. 170

ORATION XII. [23.]

FOR THE PROSECUTION. ANSWER TO A DEMURRER OF PANCLEON'S, THAT A SUIT AGAINST HIM COULD NOT COME BEFORE THE POLEMARCH.

§ 1. Few words will suffice. I prosecuted Pancleon for an injury he had done me. I believed him to be an alien, and therefore brought the suit before the Polemarch. He demurred that as a Plataean, attached to the Deme Deceleia, he had the rights of a citizen. I found this to be untrue, and that he had been already sued before the Polemarch. I will call Deceleians to show him to be no Deceleian, and his former prosecutors to show that he was sued before the Polemarch.

Πολλὰ μὲν λέγειν, ὦ ἄνδρες δικασταί, περὶ τουτουὶ τοῦ πράγματος οὔτ ̓ ἂν δυναίμην οὔτε μοι δοκεῖ δεῖν· ὡς δὲ ὀρθῶς τὴν δίκην ἔλαχον τουτῳὶ Παγκλέωνι οὐκ ὄντι Πλαταιεῖ, τοῦτο ὑμῖν 5 πειράσομαι ἀποδεῖξαι.

Ως γὰρ ἀδικῶν με πολὺν χρόνον οὐκ ἐπαύετο, 2 ἐλθὼν ἐπὶ τὸ γναφεῖον, ἐν ᾧ εἰργάζετο, προσεκαλεσάμην αὐτὸν πρὸς τὸν πολέμαρχον, νομίζων μέτοικον εἶναι. εἰπόντος δὲ τούτου ὅτι Πλαταιεὺς 10 εἴη, ἠρόμην ὁπόθεν δημοτεύοιτο, παραινέσαντός τινος τῶν παρόντων προσκαλέσασθαι καὶ πρὸς τὴν φυλήν, ἧς τινος εἶναι σκήπτοιτο. ἐπειδὴ δὲ ἀπεκρίνατο ὅτι Δεκελειόθεν, προσκαλεσάμενος αὐτὸν καὶ πρὸς τοὺς τῇ Ἱπποθωντίδι δικάζοντας, 15 ἐλθὼν ἐπὶ τὸ κουρεῖον τὸ παρὰ τοὺς Ερμᾶς, ἵνα 3 οἱ Δεκελεῖς προσφοιτῶσιν, ἠρώτων, οὕς τε ἐξευρί

σκοιμι Δεκελέων ἐπυνθανόμην εἴ τινα γινώσκοιεν Δεκελειόθεν δημοτευόμενον Παγκλέωνα. ἐπειδὴ δὲ οὐδεὶς ἔφασκεν γιγνώσκειν αὐτόν, πυθόμενος ὅτι καὶ ἑτέρας δίκας τὰς μὲν φεύγοι τὰς δ ̓ 20 ὠφλήκοι παρὰ τῷ πολεμάρχῳ, ἔλαχον καὶ ἐγώ. 4 Πρῶτον μὲν οὖν ὑμῖν Δεκελέων οὓς ἠρόμην μάρτυρας παρέξομαι, ἔπειτα δὲ καὶ τῶν ἄλλων τῶν λαχόντων τε δίκας αὐτῷ πρὸς τὸν πολέμαρχον καὶ καταδικασαμένων, ὅσοι τυγχάνουσι 25 παρόντες. Καί μοι ἐπίλαβε τὸ ὕδωρ.

EVIDENCE OF CERTAIN DECELEIANS THAT PANCLEON IS NOT A DECELEIAN; AND OF CERTAIN PERSONS WHO HAD BROUGHT SUITS AGAINST HIM BEFORE THE POLEMARCH.

§ 2. Accordingly I sued him before the Polemarch. He demurred as above. I asked many Plataeans; none knew him, but one Nikomedes claimed him as a runaway slave, and his description exactly tallied with what I knew of Pancleon. I will call this man.

5 Ἐκ μὲν τούτων πεισθεὶς πρὸς τὸν πολέμαρχον αὐτῷ τὴν δίκην ἔλαχον· ἐπειδὴ δέ μοι αὐτὴν ἀντεγράψατο μὴ εἰσαγώγιμον εἶναι, περὶ πολλοῦ ποιούμενος μηδενὶ δόξαι ὑβρίζειν βούλεσθαι 30 μᾶλλον ἢ δίκην λαβεῖν ὧν ἠδικήθην, πρῶτον μὲν Εὐθύκριτον, ὃν πρεσβύτατόν τε Πλαταιέων ἐγίγ νωσκον καὶ μάλιστα ᾠόμην εἰδέναι, ήρόμην εἴ τινα γιγνώσκοι Ἱππαρμοδώρου υἱὸν Παγκλέωνα 6 Πλαταιέα· ἔπειτα δέ, ἐπειδὴ ἐκεῖνος ἀπεκρίνατο 35

μοι ὅτι τὸν Ἱππαρμόδωρον μὲν γινώσκοι, υἱὸν δὲ ἐκείνῳ οὐδένα οὔτε Παγκλέωνα οὔτε ἄλλον οὐδένα εἰδείη ὄντα, ἠρώτων δὴ καὶ τῶν ἄλλων ὅσους ᾔδειν Πλαταιέας ὄντας. πάντες οὖν ἀγνοοῦντες 40 τὸ ὄνομα αὐτοῦ, ἀκριβέστατα ἂν ἔφασάν με πυθέσθαι ἐλθόντα εἰς τὸν χλωρὸν τυρὸν τῇ ἔνῃ καὶ νέᾳ· ταύτῃ γὰρ τῇ ἡμέρᾳ τοῦ μηνὸς ἑκάστου ἐκεῖσε συλλέγεσθαι τοὺς Πλαταιέας. ἐλθὼν οὖν 7 εἰς τὸν τυρὸν ταύτῃ τῇ ἡμέρᾳ ἐπυνθανόμην αὐτῶν, 45 εἴ τινα γιγνώσκοιεν Παγκλέωνα πολίτην σφέτερον. καὶ οἱ μὲν ἄλλοι οὐκ ἔφασαν γιγνώσκειν, εἰς δέ τις εἶπεν ὅτι τῶν μὲν πολιτῶν οὐδενὶ εἰδείη τοῦτο ἂν τὸ ὄνομα, δοῦλον μέντοι ἔφη ἑαυτοῦ ἀφεστῶτα εἶναι Παγκλέωνα, τήν τε ἡλικίαν λέγων τὴν τού50 του καὶ τὴν τέχνην ᾗ οὗτος χρῆται. Ταῦτ ̓ οὖν 8 ὡς ἀληθῆ ἐστι, τόν τε Εὐθύκριτον, ὃν πρῶτον ἠρόμην, καὶ τῶν ἄλλων Πλαταιέων ὅσοις προσῆλθον, καὶ τὸν ὃς ἔφη δεσπότης τούτου εἶναι, μάρτυρας παρέξομαι. Καί μοι ἐπίλαβε τὸ ὕδωρ.

EVIDENCE OF EUTHYKRITUS AND OF CERTAIN
PLATAEANS.

§ 3. Some days afterwards he was actually arrested by Nikomedes as his slave, but rescued by some men who gave bail for his appearance, on the plea that they would produce his brother to prove his freedom. Next day no brother appeared, but a woman did appear, claiming him as her slave. His friends would not stay the trial, but forcibly took him away. You see, he did not venture to

stand the test.

« ForrigeFortsett »