Sidebilder
PDF
ePub

9 Ἡμέραις τοίνυν μετὰ ταῦτα οὐ πολλαῖς 55 ὕστερον ἰδὼν ἀγόμενον τουτονὶ Παγκλέωνα ὑπὸ Νικομήδους, ὃς ἐμαρτύρησεν αὐτοῦ δεσπότης εἶναι, προσῆλθον βουλόμενος εἰδέναι ὁποῖόν τι περὶ αὐτοῦ πραχθήσοιτο. τότε μὲν οὖν ἐπειδὴ ἐπαύσαντο μαχόμενοι, εἶπόν τινες τῶν τούτῳ 60 παρόντων ὅτι εἴη αὐτῷ ἀδελφὸς ὃς ἐξαιρήσοιτο αὐτὸν εἰς ἐλευθερίαν· ἐπὶ τούτοις ἐγγυησάμενοι 1ο παρέξειν εἰς ἀγορὰν ᾤχοντο ἀπιόντες. τῇ δ ̓ ὑστεραίᾳ τῆς τε ἀντιγραφῆς ἕνεκα ταυτησὶ καὶ αὐτῆς τῆς δίκης ἔδοξέ μοι χρῆναι μάρτυρας 65 λαβόντι παραγενέσθαι, ἵν ̓ εἰδείην τόν τ' ἐξαιρησόμενον αὐτὸν καὶ ὅ τι λέγων ἀφαιρήσοιτο. ἐφ' οἷς μὲν οὖν ἐξηγγυήθη, οὔτε ἀδελφὸς οὔτε ἄλλος οὐδεὶς ἦλθε, γυνὴ δὲ φάσκουσα αὑτῆς αὐτὸν εἶναι δοῦλον, ἀμφισβητοῦσα τῷ Νικομήδει, καὶ 70 11 οὐκ ἔφη ἐάσειν αὐτὸν ἄγειν. ὅσα μὲν οὖν αὐτόθι ἐρρήθη, πολὺς ἂν εἴη μοι λόγος διηγεῖσθαι· εἰς τοῦτο δὲ βιαιότητος ἦλθον οἵ τε παρόντες τούτῳ καὶ αὐτὸς οὗτος, ὥστε ἐθέλοντος μὲν τοῦ Νικομήδους ἐθελούσης δὲ τῆς γυναικὸς ἀφιέναι, εἴ τις 75 ἢ εἰς ἐλευθερίαν τοῦτον ἐξαιροῖτοὶ ἢ ἄγοι φάσκων ἑαυτου δοῦλον εἶναι, τούτων οὐδὲν ποιήσαντες ἀφελόμενοι ᾤχοντο. Ὡς οὖν τῇ τε προτεραίᾳ ἐπὶ τούτοις ἐξηγγυήθη καὶ τότε βία ᾤχοντο ἀφελόμενοι αὐτόν, μάρτυρας παρέξομαι ὑμῖν. 80 Καί μοι ἐπίλαβε τὸ ὕδωρ.

1 ἐξαιροῖτο Scheibe. MSS. ἄγοι ἢ φάσκων. Sed εἰς ἐλευθερίαν ἂγειν non dicitur. Cf. supr., § 9.

EVIDENCE OF CERTAIN PERSONS AS TO THE PRO-
CEEDINGS ON PANCLEON BEING CLAIMED AS A
SLAVE.

§ 4. Besides, in the action Aristodikus brought against him, though he demurred to the suit being before the Polemarch, yet he did not venture to prosecute for perjury the witness who denied his being a Plataean. To conclude, he eventually took refuge in Thebes,—the last place to which a Plataean would go.

Ῥᾴδιον τοίνυν εἰδέναι ὅτι οὐδ ̓ αὐτὸς Παγκλέων 12 νομίζει ἑαυτὸν μὴ ὅτι Πλαταιέα εἶναι, ἀλλ ̓ οὐδ ̓ ἐλεύθερον. ὅστις γὰρ ἐβουλήθη βίᾳ ἀφαιρεθείς 85 ἐνόχους καταστῆσαι τοὺς ἑαυτοῦ ἐπιτηδείους τοῖς βιαίοις μᾶλλον ἢ κατὰ τοὺς νόμους εἰς τὴν ἐλευθερίαν ἐξαιρεθεὶς δίκην λαβεῖν παρὰ τῶν ἀγόντων αὐτόν, οὐδενὶ χαλεπὸν γνῶναι ὅτι εὖ εἰδὼς ἑαυτὸν ὄντα δοῦλου ἔδεισεν ἐγγυητὰς κατα90 στήσας περὶ τοῦ σώματος ἀγωνίσασθαι.

Ὅτι μὲν οὖν Πλαταιεὺς εἶναι πολλοῦ δεῖ, 13 οἶμαι ὑμᾶς ἐκ τούτων σχεδόν τι γινώσκειν· ὅτι δὲ οὐδ ̓ οὗτος, ὃς ἄριστα οἶδε τὰ αὑτοῦ, ἡγήσατο δόξαι ἂν ὑμῖν Πλαταιεὺς εἶναι, ἐξ ὧν ἔπραξε 95 ῥᾳδίως μαθήσεσθε. ἐν τῇ ἀντωμοσίᾳ γὰρ τῆς δίκης ἣν αὐτῷ ἔλαχεν ̓Αριστόδικος οὑτοσί, ἀμφισβητῶν μὴ πρὸς τὸν πολέμαρχον εἶναί οἱ τὰς δίκας διεμαρτυρήθη μὴ Πλαταιεὺς εἶναι, 14 ἐπισκηψάμενος δὲ τῷ μάρτυρι οὐκ ἐπεξῆλθεν, 100 ἀλλ ̓ εἴασε καταδικάσασθαι αὐτοῦ τὸν ̓Αριστόδικον. ἐπεὶ δὲ ὑπερήμερος ἐγένετο, ἐξέτισε τὴν δίκην, καθότι ἔπειθε. καὶ τούτων, ὡς ἀληθῆ

15

16

ἐστι, μάρτυρας ἐγὼ παρέξομαι ὑμῖν. Καί μοι ἐπίλαβε τὸ ὕδωρ.

EVIDENCE AS TO PANCLEON'S SUBMITTING TO A SUIT
GOING AGAINST HIM BEFORE THE POLEMARCH.

Πρὶν τοίνυν ταῦτα ὁμολογηθῆναι αὐτῷ, δεδιὼς 105 τὸν ̓Αριστόδικον, μεταστὰς ἐντεῦθεν Θήβησι μετῴκει. καίτοι οἶμαι εἰδέναι ὑμᾶς ὅτι εἴπερ ἦν Πλαταιεύς πανταχοῦ μᾶλλον ἢ Θήβησιν εἰκὸς ἦν αὐτὸν μετοικήσαι. Ὡς οὖν ᾤκει ἐκεῖ πολὺν χρόνον, τούτων ὑμῖν μάρτυρας παρέξομαι. Καί 110 μοι ἐπίλαβε τὸ ὕδωρ.

EVIDENCE AS TO PANCLEON'S RESIDENCE IN THEBES.

Εξαρκεῖν μοι νομίζω τὰ εἰρημένα, ὦ ἄνδρες δικασταί· ἐὰν γὰρ διαμνημονεύητε, οἶδ' ὅτι τά τε δίκαια καὶ τἀληθῆ ψηφιεῖσθε, καὶ ἃ ἐγὼ ὑμῶν δέομαι.

ΌRΑΤΙΟΝ XIII. [24.]

BEFORE THE BOULE.

ANSWER OF A CRIPPLE TO
AN IMPEACHMENT CHARGING HIM WITH RECEIV-
ING STATE AID UNDER FALSE PRETENCES.

§ 1. I am obliged to my opponent for giving me the opportunity of rendering an account of my life. At the same time he betrays the meanness of his motives.

115

2

Ολίγου δέω χάριν ἔχειν, ὦ βουλή, τῷ κατηγόρῳ, ὅτι μοι παρεσκεύασε τὸν ἀγῶνα τουτονί. πρότερον γὰρ οὐκ ἔχων πρόφασιν ἐφ ̓ ἧς τοῦ βίου λόγον δοίην, νυνὶ διὰ τοῦτον εἴληφα. καὶ 5 πειράσομαι τῷ λόγῳ τοῦτον μὲν ἐπιδεῖξαι ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας ἐπαίνου μᾶλλον ἄξιον ἢ φθόνου· διὰ γὰρ οὐδὲν ἄλλο μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον οὗτος ἢ διὰ φθόνον. καίτοι ὅστις 10 τούτοις φθονεῖ οὓς οἱ ἄλλοι ἐλεοῦσι, τίνος ἂν ὑμῖν ὁ τοιοῦτος ἀποσχέσθαι δοκεῖ πονηρίας ; οὐ μὲν γὰρ ἕνεκα χρημάτων με συκοφαντεῖ, οὐδ ̓ ὡς ἐχθρὸν ἑαυτοῦ με τιμωρεῖται διὰ γὰρ τὴν πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε 15 ἐχρησάμην αὐτῷ. ἤδη τοίνυν, ὦ βουλή, δηλός 3 ἐστι φθονῶν, ὅτι τοιαύτῃ κεχρημένος συμφορά τούτου βελτίων εἰμὶ πολίτης. καὶ γὰρ οἶμαι δεῖν, ὦ βουλή, τὰ τοῦ σώματος δυστυχήματα τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἰᾶσθαι καλῶς. 20 εἰ γὰρ ἐξ ἴσου τῇ συμφορᾷ καὶ τὴν διάνοιαν ἕξω καὶ τὸν ἄλλον βίον διάξω, τί τοῦτου διοίσω;

2

§ 2. He asserts that I receive State charity unfairly, because (1) I am of a sound body, (2) I have a trade sufficient to maintain me. To prove the first he alleges that I ride on horseback; and to prove the second that I associate with rich men.

(a.) I will answer the second assertion first. My father

1 ὀλίγου Cobetus. Scheibe οὐ πολλοῦ.

[ocr errors]

2 Vulgo εἰ μὲν γὰρ tus ψεύδεται delet, εἰς . Scheibe assentit.

[blocks in formation]

τιμωρεῖται ψεύδεται. Cobeεἰ in οὐ μὲν . οὔδ' mutat.

[ocr errors]

Cui

4

left me nothing. Till three years ago I was maintaining my mother. I have no sons of an age to help me. My trade is laborious and not lucrative, and I can get no one to take my work in it. Do not therefore deprive me my old age of what was thought due to me when I was younger, and therefore less in need of it. Rich! would not he prefer to be Choragus ten times rather than exchange properties with me?~

in

Περὶ μὲν οὖν τούτων τοσαῦτά μοι εἰρήσθω· ὑπὲρ ὧν δὲ μοι προσήκει λέγειν ὡς ἂν οἷόν τε διὰ βραχυτάτων ἐρῶ. φησὶ γὰρ ὁ κατήγορος οὐ δικαίως με λαμβάνειν τὸ παρὰ τῆς πόλεως 25 ἀργύριον· καὶ γὰρ τῷ σώματι δύνασθαι καὶ οὐκ εἶναι τῶν ἀδυνάτων, καὶ τέχνην ἐπίστασθαι τοιαύτην ὥστε καὶ ἄνευ τοῦ διδομένου τούτου 5 ζῇν. καὶ τεκμηρίοις χρῆται τῆς μὲν τοῦ σώματος ῥώμης, ὅτι ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τῆς δ ̓ ἐν 30 τῇ τέχνῃ εὐπορίας, ὅτι δύναμαι συνεῖναι δυναμένοις ἀνθρώποις ἀναλίσκειν. τὴν μὲν οὖν ἐκ τῆς τέχνης εὐπορίαν καὶ τὸν ἄλλον τὸν ἐμὸν βίον, οἷος τυγχάνει, πάντας ὑμᾶς οἴομαι γινώ6 σκειν· ὅμως δὲ κἀγὼ διά βραχέων ἐρῶ. ἐμοὶ 35 γὰρ ὁ μὲν πατὴρ κατέλιπεν οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρίτον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν οἵ με θεραπεύ σουσι. τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν, ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, 40 τὸν διαδεξόμενον δ ̓ αὐτὴν οὔπω δύναμαι κτήσασθαι. πρόσοδος δέ μοι οὐκ ἔστιν ἄλλη πλὴν ταύτης, ἣν ἂν ἀφέλησθέ με, κινδυνεύσαιμ ̓ ἂν 7 ὑπὸ τῆ δυσχερεστάτῃ γενέσθαι τύχῃ. μὴ τοίνυν,

« ForrigeFortsett »