Sidebilder
PDF
ePub

45 ἐπειδή γε ἔστιν, ὦ βουλή, σῶσαι με δικαίως, ἀπολέσητε ἀδίκως· μηδὲ ἃ νεωτέρῳ καὶ μᾶλλον ἐρρωμένῳ ὄντι ἔδοτε, πρεσβύτερον καὶ ἀσθενέτερον γιγνόμενον ἀφέλησθε· μηδὲ πρότερον καὶ περὶ τοὺς οὐδὲν ἔχοντας κακὸν ἐλεημονέστατοι 50 δοκοῦντες εἶναι νυνὶ διὰ τοῦτον τοὺς καὶ τοῖς ἐχθροῖς ἐλεεινοὺς ὄντας ἀγρίως ἀποδέξησθε· μηδ' ἐμὲ τολμήσαντες ἀδικῆσαι καὶ τοὺς ἄλλους τοὺς ὁμοίως ἐμοὶ διακειμένους ἀθυμῆσαι ποιήσητε. καὶ γὰρ ἂν ἄτοπον εἴη, ὦ βουλή, εἰ ὅτε μὲν ἁπλῆ 8 55 μοι ἦν ἡ συμφορά, τότε μὲν φαινοίμην λαμβάνων τὸ ἀργύριον τοῦτο, νῦν δ ̓ ἐπειδὴ καὶ γῆρας καὶ νόσοι καὶ τὰ τούτοις ἑπόμενα 3 κακὰ προσγίνεταί μοι, τότε ἀφαιρεθείην. δοκεῖ δέ μοι τῆς πενίας 9 τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι 60 σαφέστατα μόνος ἀνθρώπων. εἰ γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλ λον ἢ ἀντιδοῦναι ἅπαξ. καὶ πῶς ου δεινόν ἐστι νῦν μὲν κατηγορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ 65 ἴσου δύναμαι συνεῖναι τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμενον, τοιοῦτον εἶναι; καὶ ἔστι τι πονηρότερον ; 4

It is the result of be able to go on It is a proof of

(6.) As to my riding on horseback. my bodily infirmity. I only do it to such journeys as I am forced to take. poverty; for if I had been rich I should have ridden on

3 Scheibe ἐχόμενα.

4 MSS. εἶναι καὶ ἔτι πονηρότερον. Scheibii emendationem dedi, non quia pro certo habeo sed quia in loco corrupto nihil melius mihi in mentem venit.

a mule, not borrowed horses. He might just as well allege the fact of my using two walking-sticks instead of one, as a proof of wealth.

ΙΟ Περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς, οὐ πολὺς ὁ λόγος. ἔγνων 70 γάρ, ὦ βουλή, πάντας τοὺς ἔχοντάς τι δυστύχημα τοιοῦτόν τι ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν, ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκὸς πάθος. ὧν εἷς ἐγὼ, καὶ περιπεπτωκώς τοιαύτῃ συμφορᾷ ταύτην ἐμαυτῷ ῥαστώνην ἐξεῦρον εἰς 75 11 τὰς ὁδοὺς τὰς μακροτέρας τῶν ἀναγκαίων. ὁ δὲ μέγιστον, ὦ βουλή, τεκμήριον ὅτι διὰ τὴν συμφορὰν ἀλλ ̓ οὐ διὰ τὴν ὕβριν, ὡς οὗτός φησιν, ἐπὶ τοὺς ἵππους ἀναβαίνω ῥᾴδιόν ἐστι μαθεῖν. εἰ γὰρ ἐκεκτήμην οὐσίαν, ἐπ ̓ ἀστράβης ἂν ὠχούμην, 80 ἀλλ ̓ οὐκ ἐπὶ τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον· νυνὶ δ ̓ ἐπειδὴ τοιοῦτον οὐ δύναμαι κτήσασθαι, τοῖς ἀλλοτρίοις ἵπποις ἀναγκάζομαι χρῆσθαι 12 πολλάκις. καίτοι πῶς οὐκ ἄτοπόν ἐστιν, ὦ βουλή, τοῦτον αὐτόν, εἰ μὲν ἐπ ̓ ἀστράβης ὀχού- 85 μενον ἑώρα με, σιωπᾶν ἄν (τί γὰρ ἂν καὶ ἔλεγεν;), ὅτι δ ̓ ἐπὶ τοὺς ᾐτημένους ἵππους ἀναβαίνω, πειρᾶσθαι πείθειν ὑμᾶς ὡς δυνατός εἰμι; καὶ ὅτι μὲν δυοῖν βακτηρίαιν χρῶμαι, τῶν ἄλλων μιᾷ χρωμένων, μὴ κατηγορεῖν ὡς καὶ τοῦτο τῶν 90 δυναμένων ἐστίν· ὅτι δ ̓ ἐπὶ τοὺς ἵππους ἀναβαίνω, τεκμηρίῳ χρῆσθαι πρὸς ὑμᾶς ὡς εἰμὶ τῶν δυναμένων; οἷς ἐγὼ διὰ τὴν αὐτὴν αἰτίαν ἀμφοτέροις χρῶμαι.

95

§ 3. If I am not physically incapacitated, let me be elected Archon, and he take my dole. He cannot say in one breath that I am sound, and in the next that I am too unsound to be Archon.

Τοσοῦτον δὲ διενήνοχεν αναισχυντίᾳ τῶν 13 ἁπάντων ἀνθρώπων, ὥστε ὑμᾶς πειρᾶται πείθειν, τοσούτους ὄντας εἷς ὤν, ὡς οὐκ εἰμὶ τῶν ἀδυνά των ἐγώ. καίτοι εἰ τοῦτο πείσει τινὰς ὑμῶν, ὦ βουλή, τί με κωλύει κληροῦσθαι τῶν ἐννέα ἀρχόν 100 των, καὶ ὑμᾶς ἐμοῦ μὲν ἀφελέσθαι τὸν ὀβολὸν

5

ὡς ὑγιαίνοντος, τούτῳ δὲ ψηφίσασθαι πάντας ὡς ἀναπήρῳ; οὐ γὰρ δήπου τὸν αὐτὸν ὑμεῖς μὲν ὡς δυνάμενον ἀφαιρήσεσθε τὸ διδόμενον, οἱ δὲ ὡς ἀδύνατον ὄντα κληροῦσθαι κωλύσουσιν. ἀλλὰ 14 105 γὰρ οὔτε ὑμεῖς τούτῳ τὴν αὐτὴν ἔχετε γνώμην, οὔθ ̓ οὗτος εὖ ποιῶν. ὁ μὲν γὰρ ὥσπερ ἐπικλήρου τῆς συμφορᾶς οὔσης ἀμφισβητήσων ἥκει καὶ πειρᾶται πείθειν ὑμᾶς ὡς οὐκ εἰμὶ τοιοῦτος οἷον ὑμεῖς ὁρᾶτε πάντες· ὑμεῖς δὲ (ὃ τῶν εὐ 110 φρονούντων ἔργον ἐστί) μᾶλλον πιστεύετε τοῖς ὑμετέροις αὐτῶν ὀφθαλμοῖς ἢ τοῖς τούτου λόγοις.

§ 4. He next says (1) that I am violent and disorderly in my conduct. He must be joking. These are the vices of the young, the rich, and the strong ; not of the old and crippled.

Λέγει δ ̓ ὡς ὑβριστής εἰμι καὶ βίαιος καὶ λίαν ἀσελγῶς διακείμενος, ὥσπερ εἰ φοβερῶς ὀνομάσαι, μέλλων ἀληθῆ λέγειν, ἀλλ ̓ οὐκ, ἂν πάνυ πρα

5 Α1. ὅστις εὐ φρονῶν vel νοῶν. Non sanum puto.

15

όνως, μηδὲ ψεύδηται, ταῦτα ποιήσων. ἐγὼ δ' 115 ὑμᾶς, ὦ βουλή, σαφῶς οἶμαι δεῖν διαγινώσκειν οἷς τ ̓ ἐγχωρεῖ τῶν ἀνθρώπων ὑβρισταῖς εἶναι καὶ 16 οἷς οὐ προσήκει. οὐ γὰρ πενομένους καὶ λίαν ἀπόρως διακειμένους ὑβρίζειν εἰκός, ἀλλὰ τοὺς πολλῷ πλείω τῶν ἀναγκαίων κεκτημένους· οὐδὲ 120 τοὺς ἀδυνάτους τοῖς σώμασιν ὄντας, ἀλλὰ τοὺς μάλιστα πιστεύοντας ταῖς αὑτῶν ῥώμαις· οὐδὲ τοὺς ἤδη προβεβηκότας τῇ ἡλικίᾳ, ἀλλὰ τοὺς ἔτι τη νέους καὶ νέαις ταῖς διανοίαις χρωμένους. οἱ μὲν γὰρ πλούσιοι τοῖς χρήμασιν ἐξωνοῦνται τοὺς 125 κινδύνους, οἱ δὲ πένητες ὑπὸ τῆς παρούσης ἀπορίας σωφρονεῖν ἀναγκάζονται· καὶ οἱ μὲν νέοι συγγνώμης ἀξιοῦνται τυγχάνειν παρὰ τῶν πρεσβυτέρων, τοῖς δ ̓ ἑτέροις ἐξαμαρτάνουσιν ὁμοίως 18 ἐπιτιμῶσιν ἀμφότεροι· καὶ τοῖς μὲν ἰσχυροίς 130 ἐγχωρεῖ μηδὲν αὐτοῖς πάσχουσιν, οὓς ἂν βουληθῶσιν, ὑβρίζειν, τοῖς δὲ ἀσθενέσιν οὐκ ἔστιν οὔτε ὑβριζομένοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας οὔτε ὑβρίζειν βουλομένοις περιγίνεσθαι τῶν ἀδικουμένων. ὥστε μοι δοκεῖ ὁ κατήγορος εἰπεῖν περὶ 135 τῆς ἐμῆς ὕβρεως οὐ σπουδάζων, ἀλλὰ παίζων, οὐδ ̓ ὑμᾶς πεῖσαι βουλόμενος ὡς εἰμὶ τοιοῦτος, ἀλλ ̓ ἐμὲ κωμῳδεῖν βουλόμενος, ὥσπερ τι καλὸν ποιῶν.

(2.) That my house is the resort of men of bad character and ruined fortunes, who look out for the opportunity of fleecing others. But I am no more responsible than any other trader for the character of those who frequent my shop.

140

Ἔτι δὲ καὶ συλλέγεσθαί φησιν ἀνθρώπους ὡς 19 ἐμὲ πονηροὺς καὶ πολλούς, οἳ τὰ μὲν ἑαυτῶν ἀνηλώκασι, τοῖς δὲ τὰ σφέτερα σώζειν βουλομένοις ἐπιβουλεύουσιν. ὑμεῖς δὲ ἐνθυμήθητε

πάντες ὅτι ταῦτα λεγων οὐδὲν ἐμοῦ κατηγορεῖ 145 μᾶλλον ἢ τῶν ἄλλων ὅσοι τέχνας ἔχουσιν, οὐδὲ τῶν ὡς ἐμὲ εἰσιόντων μᾶλλον ἢ τῶν ὡς τοὺς ἄλλους δημιουργούς. ἕκαστος γὰρ ὑμῶν εἴθισται 20 προσφοιτᾶν ὁ μὲν πρὸς μυροπωλεῖον, ὁ δὲ πρὸς κουρεῖον, ὁ δὲ πρὸς σκυτοτομεῖον, ὁ δ ̓ ὅποι ἂν 150 τύχῃ, καὶ πλεῖστοι μὲν ὡς τοὺς ἐγγυτάτω τῆς ἀγορᾶς κατεσκευασμένους, ἐλάχιστοι δὲ ὡς τοὺς πλεῖστον ἀπέχοντας αὐτῆς· ὥστ ̓ εἴ τις ὑμῶν πονηρίαν καταγνώσεται τῶν ὡς ἐμὲ εἰσιόντων, δῆλον ὅτι καὶ τῶν παρὰ τοῖς ἄλλοις διατριβόν155 των· εἰ δὲ κἀκείνων, ἁπάντων Αθηναίων· ἅπαν τες γὰρ εἴθισθε προσφοιτᾶν καὶ διατρίβειν ὁμοῦ γέ που.

§ 5. Providence has debarred me from advancement in civil life; you have done something to redress the balance by your charity. Do not undo it. You have no cause to do so, either from my character, or from the part I played in politics at the time of the Revolution.

̓Αλλὰ γὰρ οὐκ οἶδ' ὅ τι δεῖ λίαν με ἀκριβῶς 21 ἀπολογούμενον πρὸς ἓν ἕκαστον ὑμῖν τῶν εἰρη160 μένων ἐνοχλεῖν πλείω χρόνον. εἰ γὰρ ὑπὲρ τῶν μεγίστων εἴρηκα, τί δεῖ περὶ τῶν ὁμοίως τούτῳ φαύλων σπουδάζειν ; ἐγὼ δ ̓ ὑμῶν, ὦ βουλή, δέομαι πάντων τὴν αὐτὴν ἔχειν περὶ ἐμοῦ διάνοιαν,

« ForrigeFortsett »