Sidebilder
PDF
ePub

ORATION III. [9.]

66

FOR THE DEFENDANT, POLYÆNUS, ON A SUIT OF CONFISCATION FOR HAVING SPOKEN EVIL OF MAGISTRATES,” AND NOT PAID THE FINE.

§ 1. Why have my accusers not spoken on the main charge, but only attacked my character? To divert your attention from the merits of the case, which I nevertheless must fully state.

2

Τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν ; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν ; ἢ τόδε 5 μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται; ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πραγματος τοὺς λόγους ποιοῦνται, σαφῶς ἐπίσταμαι· εἰ μέντοι ὑμᾶς οἴονται δι ̓ εὐήθειαν ὑπὸ τῶν δια10 βολῶν πεισθέντας καταψηφιεῖσθαί μου, οὐκ ἂν θαυμάσαιμι ; ᾤμην μὲν οὖν, ὦ ἄνδρες δικασταί, 3 περὶ τοῦ ἐγκλήματος, οὐ περὶ τοῦ τρόπου τὸν ἀγῶνά μοι προκεῖσθαι· διαβαλλόντων δέ με τῶν ἀντιδίκων ἀναγκαῖόν ἐστι περὶ πάντων τὴν 15 ἀπολογίαν ποιήσασθαι. πρῶτον μὲν οὖν περὶ τῆς ἀπογραφῆς ὑμᾶς διδάξω.

1

§ 2. The year before last I found myself on the list of military service, though I had not been two months home. I went to the Strategi, but found no redress. They were 1 εὐήθειαν reposuit Cobet. MSS. edd. εὔνοιαν. Cf. v. § 87.

angry at my appeal, and acting on some information as to my having spoken of them in strong terms, Ctesicles and his colleagues fined me (under a law which did not apply to my case). Not venturing to exact the fine, they entered my name in a register as a defaulter at the end of their year, that the commissioners might levy it; who, however, on their own authority, remitted it. On the illegality of this remission rests their action against me for “ confiscation.”

Αφικόμενος προπέρυσιν εἰς τὴν πόλιν, οὔπω δύο μῆνας ἐπιδεδημηκὼς κατελέγην στρατιώτης. αἰσθόμενος δὲ τὸ πραχθὲν ὑπετοπούμην εὐθέως ἐπὶ μηδενὶ ὑγιεῖ κατειλέχθαι. προσελθὼν οὖν 20 τῷ στρατηγῷ ἐδήλωσα ὅτι ἐστρατευμένος εἴην, ἔτυχον δὲ οὐδενὸς τῶν μετρίων. προπηλακιζόμενος δὲ ἠγανάκτουν μέν, ἡσυχίαν δ ̓ εἶχον. 5 ἀπορούμενος δὲ καὶ συμβουλευόμενός τινι τῶν πολιτῶν τί χρήσωμαι τῷ πράγματι, ἐπυθόμην 25 ὡς καὶ δήσειν με ἀπειλοῖεν, λέγοντες ὅτι οὐδὲν ἐλάττω χρόνον Καλλικράτους Πολύαινος ἐνδημοίη. κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο ἐπὶ τῇ 6 Φιλίου τραπέζῃ· οἱ δὲ μετὰ Κτησικλέους τοῦ ἄρχοντος, ἀπαγγείλαντός τινος ὡς ἐγὼ λοιδοροῖμι, 30 τοῦ νόμου ἀπαγορεύοντος ΕΑΝ ΤΙΣ ΑΡΧΗΝ ΕΝ ΣΥΝΕΔΡΙΩΙ ΛΟΙΔΟΡΗΙ, παρὰ τὸν νόμον ζημιῶσαι ἠξίωσαν. ἐπιβαλόντες δὲ τὸ ἀργύριον πράξασθαι μὲν οὐκ ἐπεχείρησαν, ἐξιούσης δὲ τῆς ἀρχῆς γράψαντες εἰς λεύκωμα τοῖς ταμίαις παρέδοσαν. 35 η οἵδε μὲν τάδε διεπράξαντο· οἱ δὲ ταμίαι οὐδὲν ὅμοιον τοῖσδε διανοηθέντες, ἀνακαλεσάμενοι τοὺς παραδόντας τὴν γραφήν, ἐσκοποῦντο τῆς αἰτίας

C

τὴν πρόφασιν.

40 ἐννοοῦντες οἷα

ἀκούσαντες δὲ τὸ γεγενημένον, πεπονθὼς ἦν, τὸ μὲν πρῶτον ἔπειθον αὐτοὺς ἀφεῖναι, διδάσκοντες ὡς οὐκ ἐπιεικὲς εἴη τῶν πολιτῶν τινας δι ̓ ἰδίας ἔχθρας ἀναγράφεσθαι, ἀποροῦντες δὲ μεταπεῖσαι αὐτούς, τὸν παρ ̓ ὑμῶν κίνδυνον ὑποστάντες ἄκυρον τὴν 45 ζημίαν ἔκριναν. Ὅτι μὲν οὖν ἀφείθην ὑπὸ τῶν 8 ταμιῶν, ἐπίστασθε· προσήκειν δὲ ἡγούμενος καὶ διὰ ταύτην τὴν ἀπόδειξιν ἀπηλλάχθαι τοῦ ἐγκλήματος, ἔτι πλείονας καὶ νόμους καὶ ἄλλας δικαιώσεις παρασχήσομαι. Καί μοι λαβὲ τὸν 50 νόμον.

[ocr errors]

LAW AS TO 66

SPEAKING EVIL OF MAGISTRATES

PUT IN.

§ 3. I do not come under this law, not having been in the assembly" at all. And even if I did, the action would now lie against the commissioners for the illegal remission of the fine, not against me.

Τοῦ μὲν νόμου διαρρήδην ἀγορεύοντος ΤΟΥΣ 9 ΕΝ ΤΩΙ ΣΥΝΕΔΡΙΩΙ ΛΟΙΔΟΡΟΥΝΤΑΣ ζημιοῦν ἀκηκόατε· ἐγὼ δ ̓ ὅτι μὲν οὐκ εἰσῆλθον εἰς τὸ ἀρχεῖον, μάρτυρας παρεσχόμην, ἀδίκως δὲ ζημιωθεὶς 55 οὔτ ̓ ὀφείλω οὔτ ̓ ἐκτῖσαι δίκαιός εἰμι. εἰ γὰρ φανερός εἰμι μὴ ἐλθὼν εἰς τὸ συνέδριον, ὁ δὲ 10 νόμος τοὺς ἐντὸς πλημμελοῦντας ἀγορεύει τὴν ζημίαν ὀφείλειν, ἠδικηκὼς μὲν οὐδὲν φαίνομαι, ἔχθρᾳ δὲ ἄνευ τούτου παραλόγως ζημιωθεις. 60 συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· 11

οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέεἰ δ ̓ οὖν ἐζημίωσαν μὲν οἵδε προση

στησαν.

κόντως, ἐκύρωσαν δ ̓ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος 65 12 ἀπηλλαγμένος εἴην. εἰ μὲν γὰρ κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, οὐδ ̓ ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δ ̓ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ εὐθύνας ὑπὲρ ὧν ἂν διαχειρί ζωσιν, εἰ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως 70 δίκης τεύξονται.

13

§ 4. The real reason of their persecution was my friendship with Sostratus, a friendship which I never abused to serve my private ends. This was the origin of the trumped-up charge of “ speaking evil of magistrates,” which shows equal contempt for the people and for justice.

Ὧι μὲν τρόπῳ παρεδόθην καὶ ἐζημιώθην, ἐπίστασθε· δεῖ δ ̓ ὑμᾶς μὴ μόνον τοῦ ἐγκλήματος τὴν αἰτίαν ἀλλὰ καὶ τῆς ἔχθρας τὴν πρόφασιν εἰδέναι. Σωστράτῳ γὰρ φίλος ἐγενόμην πρότερον 75 μὲν τῆς τούτων ἔχθρας, εἰδὼς δὲ περὶ τὴν πόλιν 14 ἄξιον λόγου γεγενημένον. γνώριμος δὲ γενόμενος διὰ τῆς ἐκείνου δυναστείας οὔτ ̓ ἐχθρὸν ἐτιμωρησάμην οὔτε φίλον εὐηργέτησα· ζῶντος μὲν γὰρ διὰ τὴν ἀνάγκην καὶ διὰ τὴν ἡλικίαν ἐσχόλαζον, 80 ἐκλιπόντος δὲ τὸν βίον οὔτε λόγῳ οὔτε ἔργῳ ἔβλαψα οὐδένα τῶν κατηγορούντων, ἔχω δὲ καὶ τοιαῦτα εἰπεῖν, ἐξ ὧν ὠφελοίμην ἂν πολὺ δικαιότερον ὑπὸ τῶν ἀντιδίκων ἢ κακῶς πάσχοιμι.

85 τὴν μὲν οὖν ὀργὴν διὰ τὰ προειρημένα συνε- 15 στήσαντο, προφάσεως οὐδεμιᾶς πρὸς ἔχθραν ὑπαρχούσης. ὀμόσαντες μὲν οὖν τοὺς ἀστρατεύτους καταλέξειν παρέβησαν τοὺς ὅρκους, προὔθεσαν δὲ τῷ πλήθει βουλεύσασθαι περὶ τοῦ 90 σώματος, ζημιώσαντες μὲν ὡς τήν ἀρχὴν λοιδο- 16 ροῦντα, κατολιγωρήσαντες δὲ τοῦ δικαίου, βιαζόμενοι βλάπτειν ἐξ ἅπαντος λόγου· τί δ ̓ ἂν ἔπραξαν μέλλοντες μεγάλα μὲν ἐμὲ βλάψειν, πολλὰ δ ̓ ἑαυτοὺς ὠφελησειν, οἵτινες οὐδετέρου 95 τούτων ὑπάρχοντος πάντα περὶ ἐλάττονος ποιοῦνται τοῦ ἀδίκου. ἀλλὰ γὰρ κατεφρόνησαν τοῦ 17 ὑμετέρου πλήθους, οὐδὲ φοβηθῆναι τοὺς θεοὺς ἠξίωσαν, ἀλλ ̓ οὕτως ὀλιγώρως καὶ παρανόμως προσηνέχθησαν, ὥστε ἀπολογήσασθαι μὲν περὶ 100 τῶν πεπραγμένων οὐδ ̓ ἐπεχείρησαν, τὸ δὲ τελευταῖον, νομίζοντες οὐχ ἱκανῶς με τετιμωρῆσθαι, τὸ πέρας ἐκ τῆς πόλεως ἐξήλασαν. διατεθέντες 18 δὲ οὕτω παρανόμως καὶ βιαίως, ἐπικρύψασθαι τὴν ἀδικίαν περὶ οὐδενὸς ἐποιήσαντο, παραγαγόν105 τες δὲ πάλιν περὶ τῶν αὐτῶν ἠδικηκότα με οὐδὲν ἐπιδεικνύουσι καὶ λοιδοροῦσι, τοῖς μὲν ἐμοῖς ἐπιτηδεύμασιν οὐ προσηκούσας διαβολὰς ἐπιφέροντες, τοῖς δ ̓ αὑτῶν τρόποις τὰς οἰκείας καὶ συνήθεις.

§ 5. I don't so much complain of them : it is natural to do evil to one's enemies. But I look for redress from you, and your determination not to let private enmity affect the administration of justice. On your decision depends my being able to remain in the city.

« ForrigeFortsett »