Sidebilder
PDF
ePub

οἳ οὐδ ̓ ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων δὶς 38 ἀποθανόντες δίκην δοῦναι δύναιντ ̓ ἄν. οὐ γὰρ 270 δὴ οὐδὲ τοῦτο αὐτῷ προσήκει ποιῆσαι, ὅπερ ἐν τῇδε τῇ πόλει εἰθισμένον ἐστί, πρὸς μὲν τὰ κατηγορημένα μηδὲν ἀπολογεῖσθαι, περὶ δὲ σφῶν αὐτῶν ἕτερα λέγοντες ἐνίοτε ἐξαπατῶσιν, ὑμῖν ἀποδεικνύντες ὡς στρατιῶται ἀγαθοί εἰσιν, ἢ ὡς 275 πολλὰς τῶν πολεμίων ναῦς ἔλαβον τριηραρχήσαντες, ἢ πόλεις πολεμίας οὔσας φίλας ἐποίησαν· 39 ἐπεὶ κελεύετε αὐτὸν ἀποδεῖξαι ὅπου τοσούτους τῶν πολεμίων ἀπέκτειναν ὅσους τῶν πολιτῶν, ἢ ναῦς ὅπου τοσαύτας ἔλαβον ὅσας αὐτοὶ παρέδο- 280 σαν, ἢ πόλιν ἥν τινα τοιαύτην προσεκτήσαντο 40 οἵαν τὴν ὑμετέραν κατεδουλώσαντο. ἀλλὰ γὰρ ὅπλα τῶν πολεμίων ἐσκύλευσαν τοσαῦτα ὅσα περ ὑμῶν ἀφείλοντο ; ἀλλὰ τείχη τοιαῦτα εἷλον οἷα τῆς ἑαυτῶν πατρίδος κατέσκαψαν ; οἵτινες 285 καὶ τὰ περὶ τὴν ̓Αττικὴν φρούρια καθεῖλον, καὶ ὑμῖν ἐδήλωσαν ὅτι οὐδὲ τὸν Πειραιά Λακεδαιμονίων προσταττόντων περιεῖλον, ἀλλ ̓ ὅτι ἑαυτοῖς τὴν ἀρχὴν οὕτω βεβαιοτέραν ἐνόμιζον εἶναι.

41

(1.) In the time of the Four Hundred he deserted his ship when serving in the Hellespont, to join the aristocratic faction in Athens.

Πολλάκις οὖν ἐθαύμασα τῆς τόλμης τῶν 290 λεγόντων ὑπὲρ αὐτῶν, πλὴν ὅταν ἐνθυμηθῶ ὅτι τῶν αὐτῶν ἐστιν αὐτούς τε πάντα τὰ κακὰ 42 ἐργάζεσθαι καὶ τοὺς τοιούτους ἐπαινεῖν. οὐ γὰρ νῦν πρῶτον τῷ ὑμετέρῳ πλήθει τὰ ἐναντία

295 ἔπραξεν, ἀλλὰ καὶ ἐπὶ τῶν τετρακοσίων ἐν τῷ στρατοπέδῳ ὀλιγαρχίαν καθιστὰς ἔφευγεν ἐξ Ἑλλησπόντου τριήραρχος καταλιπὼν τὴν ναῦν, μετὰ Ἰατροκλέους καὶ ἑτέρων, ὧν τὰ ὀνόματα οὐδὲν δέομαι λέγειν. ἀφικόμενος δὲ δεῦρο 300 τἀναντία τοῖς βουλομένοις δημοκρατίαν εἶναι ἔπραττε. καὶ τούτων μάρτυρας ὑμῖν παρέξομαι.

WITNESSES TO THE CONDUCT OF ERATOSTHENES
PREVIOUS TO THE BATTLE OF

GOSPOTAMI.

(2.) He and Critias were two of the five who, after the disaster at Egospotami, took the management of affairs into their hands, and acted in a spirit hostile to the democracy.

Τὸν μὲν τοίνυν μεταξὺ βίον αὐτοῦ παρήσω· 43 ἐπειδὴ δὲ ἡ ναυμαχία καὶ ἡ συμφορὰ τῇ πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως 305 ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν, ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῷ ὑμετέρῳ πλήθει πράττοντες· ὧν Ερατοσθένης καὶ Κριτίας ἦσαν. οὗτοι δὲ φυλάρχους τε ἐπὶ 44 310 τὰς φυλακὰς κατέστησαν, καὶ ὅ τι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη ἄρχειν παρήγγελλον, καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο, κύριοι ἦσαν· οὕτως οὐχ ὑπὸ τῶν πολεμίων μόνον ἀλλὰ καὶ ὑπὸ τούτων πολιτῶν ὄντων ἐπεβουλεύεσθε ὅπως 315 μήτ' ἀγαθὸν μηδὲν ψηφίσαισθε8 πολλῶν τε ἐνδεεῖς ἔσεσθε. τοῦτο γὰρ καὶ ἠπίσταντο, ὅτι 45 ψηφίσαισθε. MSS. ψηφίζησθε vel ψηφίζεσθε.

8

ἄλλως μὲν οὐχ οἷοί τε ἔσονται περιγενέσθαι, κακῶς δὲ πραττόντων δυνήσονται· καὶ ὑμᾶς ἡγοῦντο τῶν παρόντων κακῶν ἐπιθυμοῦντας ἀπαλλαγῆναι περὶ τῶν μελλόντων οὐκ ἐνθυμή- 320 46 σεσθαι. ὡς τοίνυν τῶν ἐφόρων ἐγένετο, μάρτυρας ὑμῖν παρέξομαι, οὐ τοὺς τότε συμπράττοντας (οὐ γὰρ ἂν δυναίμην), ἀλλὰ τοὺς αὐτοῦ Ερατοσ 47 θένους ἀκούσαντας. καίτοι εἰ ἐσωφρόνουν κατεμαρτύρουν ἂν αὐτῶν, καὶ τοὺς διδασκάλους 325 τῶν σφετέρων ἁμαρτημάτων σφόδρ ̓ ἂν ἐκόλαζον, καὶ τοὺς ὅρκους, εἰ ἐσωφρόνουν, οὐκ ἂν ἐπὶ μὲν τοῖς τῶν πολιτῶν κακοῖς πιστοὺς ἐνόμιζον, ἐπὶ δὲ τοῖς τῆς πόλεως ἀγαθοῖς ῥᾳδίως παρέβαινον. πρὸς μὲν οὖν τούτους τοσαῦτα λέγω, τοὺς δὲ 330 μάρτυράς μοι κάλει. Καὶ ὑμεῖς ἀνάβητε.

48

WITNESSES TO THE CONDUCT OF ERATOSTHENES
IN HELPING TO ESTABLISH THE THIRTY.

(3.) While in office among the Thirty, he did nothing to rebut the lying accusations of the informers Batrachus and Eschylides, though he knew them to be false. Thus he both held office illegally and exercised it unjustly.

Τῶν μὲν μαρτύρων ἀκηκόατε. τὸ δὲ τελευταῖον εἰς τὴν ἀρχὴν καταστὰς ἀγαθοῦ μὲν οὐδενὸς μετέσχεν, ἄλλων δὲ πολλῶν. καίτοι εἴπερ ἦν ἀνὴρ ἀγαθός, ἐχρῆν ἂν πρῶτον μὲν μὴ παρανόμως 335 ἄρχειν, ἔπειτα τῇ βουλῇ μηνυτὴν γίνεσθαι περὶ τῶν εἰσαγγελιῶν ἁπασῶν, ὅτι ψευδεῖς εἶεν, καὶ Βάτραχος καὶ Αἰσχυλίδης οὐ τἀληθῆ μηνύουσιν,

ἀλλὰ τὰ ὑπὸ τῶν τριάκοντα πλασθέντα εἰσ340 αγγέλλουσι, συγκείμενα ἐπὶ τῇ τῶν πολιτῶν βλάβῃ. καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ὅσοι 49 κακόνοι ἦσαν τῷ ὑμετέρῳ πλήθει, οὐδὲν ἔλαττον εἶχον σιωπῶντες· ἕτεροι γὰρ ἦσαν οἱ λέγοντες καὶ πράττοντες ὧν οὐχ οἷόν τ ̓ ἦν μείζω κακὰ 345 γενέσθαι τῇ πόλει. ὁπόσοι δ ̓ εὐνοί φασιν εἶναι, πῶς οὐκ ἐνταῦθα ἔδειξαν, αὐτοί τε τὰ βέλτιστα λέγοντες καὶ τοὺς ἐξαμαρτάνοντας ἀποτρέποντες ;

(4.) When the split occurred among the Thirty, he plainly showed that the course he took was prompted by no patriotic motives, but by jealousy of others who were more powerful or more successful in enriching themselves. He made no overtures to the party at Phyle, but assisted to put to death three hundred citizens at Salamis and Eleusis. Nor when the anti-Critias party, of which he was one, obtained power, did they make any effort to come to terms with the loyalists in Peiræus, but invoked the aid of Sparta against them. All this is notorious, but I will call evidence to prove it.

Ἴσως δ ̓ ἂν ἔχοι εἰπεῖν ὅτι ἐδεδοίκει, καὶ ὑμῶν 50 τοῦτο ἐνίοις ἱκανὸν ἔσται. ὅπως τοίνυν μὴ 350 φανήσεται ἐν τῷ λόγῳ τοῖς τριάκοντα ἐναντιούμενος· εἰ δὲ μή, ἐνταυθοῖ δῆλος ἔσται ὅτι ἐκεῖνά τε αὐτῷ ἤρεσκε, καὶ τοσοῦτον ἐδύνατο ὥστε ἐναντιούμενος μηδὲν κακὸν παθεῖν ὑπ ̓ αὐτῶν. χρῆν δ ̓ αὐτὸν ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ταύ355 την τὴν προθυμίαν ἔχειν, ἀλλὰ μὴ ὑπὲρ Θηραμένους, ὃς εἰς ὑμᾶς πολλὰ ἐξήμαρτεν. ἀλλ ̓ 51 οὗτος τὴν μὲν πόλιν ἐχθρὰν ἐνόμιζεν εἶναι, τοὺς δ' ὑμετέρους ἐχθροὺς φίλους, ὡς ἀμφότερα ταῦτα

ἐγὼ πολλοῖς τεκμηρίοις παραστήσω, καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς οὐχ ὑπὲρ ὑμῶν ἀλλ ̓ 360 ὑπὲρ ἑαυτῶν γιγνομένας, ὁπότεροι ταῦτα πράξουσι 52 καὶ τῆς πόλεως ἄρξουσι. εἰ γὰρ ὑπὲρ τῶν ἀδικουμένων ἐστασίαζον, ποῦ κάλλιον ἂν ἦν ἀνδρὶ ἄρχοντι, ἢ Θρασυβούλου Φυλὴν κατειληφότος, τότ ̓ ἐπιδείξασθαι τὴν αὑτοῦ εὔνοιαν; ὁ δ ̓ ἀντὶ 365 τοῦ ἐπαγγείλασθαί τι ἢ πρᾶξαι ἀγαθὸν πρὸς τοὺς ἐπὶ Φυλῇ, ἐλθὼν μετὰ τῶν συναρχόντων εἰς Σαλαμῖνα καὶ Ἐλευσῖνάδε τριακοσίους τῶν πολιτῶν ἀπήγαγεν εἰς τὸ δεσμωτήριον, καὶ μιᾷ ψήφῳ αὐτῶν ἁπάντων θάνατον κατεψηφίσατο. 370 53 ἐπειδὴ δὲ εἰς τὸν Πειραιᾶ ἤλθομεν καὶ αἱ ταραχαὶ γεγενημέναι ἦσαν καὶ περὶ τῶν διαλλαγῶν οἱ λόγοι ἐγίνοντο, πολλὰς ἑκάτεροι ἐλπίδας εἴχομεν πρὸς ἀλλήλους ἔσεσθαι ὡς ἀμφότεροι ἐδείξαμεν, οἱ μὲν γὰρ ἐκ Πειραιῶς κρείττους ὄντες εἴασαν 375 αὐτοὺς ἀπελθεῖν· οἱ δὲ εἰς τὸ ἄστυ ἐλθόντες τοὺς μὲν τριάκοντα ἐξέβαλον πλὴν Φείδωνος καὶ Ερατοσθένους, ἄρχοντας δὲ τοὺς ἐκείνοις ἐχθίστους εἵλοντο, ἡγούμενοι δικαίως ἂν ὑπὸ τῶν αὐτῶν τούς τε τριάκοντα μισεῖσθαι καὶ τοὺς ἐν 380 55 Πειραιεῖ φιλεῖσθαι. τούτων τοίνυν Φείδων ὁ τῶν τριάκοντα γενόμενος καὶ Ἱπποκλῆς καὶ Επιχάρης ὁ Λαμπτρεὺς καὶ ἕτεροι οἱ δοκοῦντες εἶναι ἐναντιώτατοι Χαρικλεῖ καὶ Κριτίᾳ καὶ τῇ ἐκείνων ἑταιρείᾳ ἐπειδὴ αὐτοὶ εἰς τὴν ἀρχὴν 385 κατέστησαν, πολὺ μείζω στάσιν καὶ πόλεμον ἐπὶ τοὺς ἐν Πειραιεῖ τοῖς ἐξ ἄστεος ἐποίησαν· 9 ἐδείξαμεν. al. ἔδειξαν. MSS. ἔδοξαν.

54

9

« ForrigeFortsett »