Sidebilder
PDF
ePub
[ocr errors]

γεγόνατε διὰ τὰ πράγματα τὰ περιεστηκότα, νυνὶ, ἐν ᾧ δύνασθε, τιμωρήσατε τὸν ἐκείνων φονέα. ἐνθυμεῖσθε δ ̓, ὦ ἄνδρες Αθηναῖοι, ὅπως 680 μὴ πάντων ἔργον σχετλιώτατον ἐργάσησθε. εἰ γὰρ ἀποψηφιεῖσθε ̓Αγοράτου τουτουί, οὐ μόνον τοῦτο διαπράττεσθε, ἀλλὰ καὶ ἐκείνων τῶν ἀνδρῶν, οὓς ὁμολογεῖτε ὑμῖν εὔνους εἶναι, τῇ αὐτῇ 94 ψήφῳ ταύτῃ θάνατον καταψηφίζεσθε· ἀπολύ- 685 οντες γὰρ τὸν αἴτιον ὄντα ἐκείνοις τοῦ θανάτου οὐδὲν ἄλλο γινώσκετε ἢ ἐκείνους δικαίως ὑπὸ τούτου τεθνηκέναι. καὶ οὕτως ἂν δεινότατα πάντων πάθοιεν, εἰ οἷς ἐπέσκηπτον ἐκεῖνοι ὡς φίλοις οὖσι τιμωρεῖν ὑπὲρ αὑτῶν, οὗτοι ὁμόψηφοι 690 κατ ̓ ἐκείνων τῶν ἀνδρῶν τοῖς τριάκοντα γενή95 σονται. μηδαμῶς, ὦ ἄνδρες δικασταί, πρὸς θεῶν Ὀλυμπίων, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ θάνατον ἐκείνων τῶν ἀνδρῶν καταψηφίσησθε, οἳ πολλὰ κἀγαθὰ ὑμᾶς ποιήσαντες διὰ ταῦτα ὑπὸ 695 τῶν τριάκοντα καὶ ̓Αγοράτου τουτουὶ ἀπέθανον. ἀναμνησθέντες οὖν ἁπάντων τῶν δεινῶν, καὶ τῶν κοινῶν τῇ πόλει καὶ τῶν ἰδίων, ὅσα ἑκάστῳ ἐγένετο ἐπειδὴ ἐκεῖνοι οἱ ἄνδρες ἐτελεύτησαν, τιμωρήσατε τὸν αἴτιον τούτων. ἀποδέδεικται δ' 700 ὑμῖν ἅπαντα καὶ ἐκ τῶν ψηφισμάτων καὶ ἐκ τῶν ἀπογραφῶν καὶ ἐκ τῶν ἄλλων ἁπάντων ̓Αγόρατος 26 ὢν αὐτοῖς αἴτιος τοῦ θανάτου. ἔτι δὲ καὶ προσήκει ὑμῖν ἐναντία τοῖς τριάκοντα ψηφίζεσθαι. ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς 705 ἀποψηφίσασθε· ὧν δ ̓ ἐκεῖνοι θάνατον οὐ κατέ

27

27 ἐγένετο. Scheibe et alii ἐγένοντο.

γνωσαν, ὑμεῖς καταγινώσκετε. οἱ τριάκοντα τοίνυν τῶν μὲν ἀνδρῶν τούτων, οἳ ἦσαν ὑμέτεροι φίλοι, θάνατον κατέγνωσαν, ὧν δεῖ ὑμᾶς ἀποψηφίζεσθαι· 710 ̓Αγοράτου δὲ ἀπεψηφίσαντο, διότι ἐδόκει προθύμως τούτους ἀπολλύναι· οὗ προσήκει καταψηφίζεσθαι. ἐὰν οὖν τὰ ἐναντία τοῖς τριάκοντα 97 ψηφίζησθε, πρῶτον μὲν οὐχ ὁμόψηφοι γίγνεσθε, ἔπειτα τοῖς ὑμετέροις αὐτῶν φίλοις τετιμωρηκότες 715 ἔσεσθε, ἔπειτα τοῖς πᾶσιν ἀνθρώποις δόξετε δίκαια καὶ ὅσια ψηφίσασθαι.

ORATION VII. [14.]

FOR THE PROSECUTION: AGAINST ALCIBIADES FOR
DESERTION. BEFORE A MILITARY COURT PRE-
SIDED OVER BY THE STRATEGI.

§ 1. No preface is needed; the defendant's whole life shows hopeless depravity. I have inherited as well as personal reasons for endeavouring to secure his punishment, and I shall speak on the points passed over by Archestratides.

Ἡγοῦμαι μέν, ὦ ἄνδρες δικασταί, οὐδεμίαν ὑμᾶς ποθεῖν ἀκοῦσαι πρόφασιν παρὰ τῶν βουλομένων ̓Αλκιβιάδου κατηγορεῖν· τοιοῦτον γὰρ πολίτην ἑαυτὸν ἐξ ἀρχῆς παρέσχεν, ὥστε καὶ εἰ 5 μή τις ἰδίᾳ ἀδικούμενος ὑπ ̓ αὐτοῦ τυγχάνει, οὐδὲν ἧττον προσήκει ἐκ τῶν ἄλλων ἐπιτηδευμάτων ἐχθρὸν αὐτὸν ἡγεῖσθαι. οὐ γὰρ μικρὰ τὰ 2 ἁμαρτήματα οὐδὲ συγγνώμης ἄξια, οὐδ ̓ ἐλπίδα

παρέχοντα ὡς ἔσται τοῦ λοιποῦ βελτίων, ἀλλ ̓ οὕτω πεπραγμένα καὶ εἰς τοσοῦτο κακίας ἀφιγ- 10 μένα, ὥστ ̓ ἐπ ̓ ἐνίοις ὧν οὗτος φιλοτιμεῖται τοὺς ἐχθροὺς αἰσχύνεσθαι. ἐγὼ μέντοι, ὦ ἄνδρες δικασταί, καὶ πρότερον πρὸς τοὺς πατέρας ἡμῖν διαφορᾶς ὑπαρχούσης, καὶ πάλαι τοῦτον ἐχθρὸν ἡγούμενος, καὶ νῦν ὑπ ̓ αὐτοῦ πεπονθὼς κακῶς, 15 πειράσομαι περὶ πάντων τῶν πεπραγμένων μεθ' 3 ὑμῶν αὐτὸν τιμωρήσασθαι. περὶ μὲν οὖν τῶν ἄλλων ̓Αρχεστρατίδης ἱκανῶς κατηγόρησε· καὶ γὰρ τοὺς νόμους ἐπέδειξε καὶ μάρτυρας πάντων παρέσχετο· ὅσα δ ̓ οὗτος παραλέλοιπεν, ἐγὼ 20 καθ ̓ ἕκαστον ὑμᾶς διδάξω.

§ 2. You have an important constitutional point to settle. The accused pleads that the law as to desertion (λειποταξία) only refers to desertion in actual battle : and that there having been no battle, he does not come under its provisions. I, on the contrary, contend that it applies to every non-appearance in the ranks on active service (στρατία), whether there be actual fighting or not.

4 Εἰκὸς τοίνυν ἐστίν, ὦ ἄνδρες δικασταί, ἐξ οὗ τὴν εἰρήνην ἐποιησάμεθα, πρῶτον περὶ τούτων νυνὶ δικάζοντας μὴ μόνον δικαστὰς ἀλλὰ καὶ νομοθέτας αὐτοὺς γενέσθαι, εὖ εἰδότας ὅτι, ὅπως 25 ἂν ὑμεῖς νυνὶ περὶ αὐτῶν γνῶτε, οὕτω καὶ τὸν ἄλλον χρόνον ἡ πόλις αὐτοῖς χρήσεται. δοκεῖ δέ μοι καὶ πολίτου χρηστοῦ καὶ δικαστοῦ δικαίου ἔργον εἶναι ταύτῃ τοὺς νόμους διαλαμβάνειν,

1 ἐπ' ἐνίοις Reiskius : MSS. ἐπινικίοις.

30 ὅπῃ εἰς τὸν λοιπὸν χρόνον μέλλει συνοίσειν τῇ πόλει. τολμῶσι γάρ τινες λέγειν ὡς οὐδεὶς 5 ἔνοχός ἐστι λειποταξίου οὐδὲ δειλίας· μάχην γὰρ οὐδεμίαν γεγονέναι, τὸν δὲ νόμον κελεύειν, ἐάν τις λίπῃ τὴν τάξιν εἰς τοὐπίσω δειλίας 35 ἕνεκα, μαχομένων τῶν ἄλλων, περὶ τούτου τοὺς στρατιώτας δικάζειν. ὁ δὲ νόμος οὐ περὶ τούτων κελεύει μόνον, ἀλλὰ καὶ ὁπόσοι ἂν μὴ παρῶσιν ἐν τῇ πεζῇ στρατιᾷ.

Ανάγνωθί μοι τὸν νόμον.

[ocr errors][merged small]

§ 3. The law, you see, defines two classes of offenders : (1) those who fall out in the presence of the enemy ; (2) those who do not put in an appearance in their proper

rank.

The question is, who is bound to appear? Those of course who are (1) of proper age, (2) put in the list by the Strategi.

If he pleads that he served in the cavalry, and so did not cheat the State, I shall in return show that thereby he exposed himself to the provisions of another law, which forbids any one serving in the cavalry who has not passed his scrutiny (ἀδοκίμαστος). His motives were (1) sheer cowardice ; (2) a contempt for the State, which he expected to fall, and so not be able to punish him.

Ακούετε, ὦ ἄνδρες δικασταί, ὅτι περὶ ἀμφο- 6 40 τέρων κεῖται, καὶ ὅσοι ἂν μάχης οὔσης εἰς τοὐπίσω ἀναχωρήσωσι, καὶ ὅσοι ἂν ἐν τῇ πεζῇ στρατιᾷ μὴ παρῶσι. σκέψασθε δὲ τίνες εἰσὶν οὓς δεν παρεῖναι. οὐχ οἵτινες ἂν τὴν ἡλικίαν ταύτην ἔχωσιν; οὐχ οὓς ἂν οἱ στρατηγοὶ καταλέξωσιν ;

7 ἡγοῦμαι δ ̓ ὦ ἄνδρες δικασταί, ὅλῳ τῷ νόμῳ 45 μόνον αὐτὸν τῶν πολιτῶν ἔνοχον εἶναι. ἀστρατείας μὲν γὰρ δικαίως ἂν αὐτὸν ἁλῶναι, ὅτι καταλεγεὶς ὁπλίτης οὐκ ἐξῆλθε μεθ' ὑμῶν στρατοπεδευόμενων, οὐδὲ παρέσχε μετὰ τῶν ἄλλων ἑαυτὸν τάξαι,—δειλίας δέ, ὅτι δέον” αὐτὸν μετὰ 50 8 τῶν ὁπλιτῶν κινδυνεύειν ἱππεύειν εἵλετο. καίτοι φασὶν αὐτὸν ταύτην τὴν ἀπολογίαν ποιήσεσθαι, ὡς ἐπειδήπερ ἵππευεν, οὐδὲν ἠδίκει τὴν πόλιν. ἐγὼ δ ̓ ἡγοῦμαι διὰ τοῦθ ̓ ὑμᾶς δικαίως ἂν αὐτῷ ὀργίζεσθαι, ὅτι τοῦ νόμου κελεύοντος, ἐάν τις 55 ἀδοκίμαστος ἱππεύῃ, ἄτιμον εἶναι, ἐτόλμησεν ἀδοκίμαστος ἱππεύειν. Καί μοι ἀνάγνωθι τὸν νόμον.

LAW PUT IN AS TO THE SERVING OF ἀδοκίμαστοι IN THE CAVALRY.

9 Οὗτος τοίνυν εἰς τοῦτ ̓ ἦλθε πονηρίας, καὶ οὕτως ὑμῶν κατεφρόνησε καὶ τοὺς πολεμίους 60 ἔδεισε καὶ ἱππεύειν ἐπεθύμησε καὶ τῶν νόμων οὐκ ἐφρόντισεν, ὥστε οὐδὲν αὐτῷ τούτων τῶν κινδύνων ἐμέλησεν, ἀλλ ̓ ἐβουλήθη καὶ ἄτιμος εἶναι καὶ τὰ χρήματ' αὐτοῦ δημευθῆναι καὶ πάσαις ταῖς κειμέναις ζημίαις ἔνοχος γενέσθαι 65 μᾶλλον ἢ μετὰ τῶν πολιτῶν εἶναι καὶ ὁπλίτης 10 γενέσθαι. καὶ ἕτεροι μὲν οὐδεπώποτε ὁπλιτεύ

2 δέον dedi ego ; quod ante ab aliis propositum jam reperio. Scheibe, alii, δεῖν. Totum locum ἀστρατείας . . εἵλετο spissime ab edd. vexatum mutatumque auctoritati Scheibii permisi, nisi quod στρατοπεδευομένων [al. os] . . δέον scripsi.

« ForrigeFortsett »