Sidebilder
PDF
ePub

21 τες τούτοις προστίθετε, ἂν ἐλάττω φαίνηται. λέγω δὴ τοὺς πάντας στρατιώτας δισχιλίους, τούτων δ' Αθηναίους φημὶ δεῖν εἶναι πεντακοσίους, ἐξ ἧς ἂν τινος ὑμῖν ἡλικίας καλῶς ἔχειν δοκῇ, χρόνον τακτὸν στρατευομένους, μὴ μακρὸν τοῦτον, ἀλλ ̓ ὅσον ἂν δοκῇ καλῶς ἔχειν, ἐκ διαδοχῆς ἀλλήλοις· τοὺς δ ̓ ἄλλους ξένους εἶναι κελεύω. καὶ 46 μετὰ τούτων ἱππέας διακοσίους, καὶ τούτων πεντήκοντ ̓ ̓Αθηναίους τοὐλάχιστον, ὥσπερ τοὺς πεζούς, τὸν αὐτὸν τρόπον στρατευομένους· καὶ ἱππα22 γωγοὺς τούτοις. εἶεν· τί πρὸς τούτοις ἔτι; ταχείας

τριήρεις δέκα δεῖ γάρ, ἔχοντος ἐκείνου ναυτικόν, καὶ ταχειῶν τριήρων ἡμῖν, ὅπως ἀσφαλῶς ἡ δύναμις πλέῃ. πόθεν δὴ τούτοις ἡ τροφὴ γενήσεται; ἐγω καὶ τοῦτο φράσω καὶ δείξω, ἐπειδάν, διότι τηλι καύτην ἀποχρῆν οἶμαι τὴν δύναμιν καὶ πολίτας τοὺς στρατευομένους εἶναι κελεύω, διδάξω. 23 Τοσαύτην μὲν ὦ ἄνδρες Αθηναῖοι διὰ ταῦτα, ὅτι οὐκ ἔνι νῦν ἡμῖν πορίσασθαι δύναμιν τὴν ἐκείνῳ παραταξομένην, ἀλλὰ λῃστεύειν ἀνάγκη καὶ τούτῳ τῷ τρόπῳ τοῦ πολέμου χρῆσθαι τὴν πρώτην· οὐ τοίνυν ὑπέρογκον αὐτήν, οὐ γὰρ ἔστι μισθὸς οὐδὲ τροφή, οὐδὲ παντελῶς ταπεινὴν εἶναι δεῖ. πολίτας δὲ παρεῖναι καὶ συμπλεῖν διὰ ταῦτα κελεύω, ὅτι καὶ πρότερόν ποτ ̓ ἀκούω ξενικὸν τρέφειν ἐν Κορίνθῳ τὴν πόλιν, οὗ Πολύστρατος ἡγεῖτο καὶ Ιφικράτης καὶ Χαβρίας καὶ ἄλλοι τινές, καὶ αὐτοὺς ὑμᾶς συστρατεύεσθαι· καὶ οἶδ ̓ ἀκούων ὅτι Λακεδαιμονίους παραταττόμενοι μεθ ̓ ὑμῶν 24 ἐνίκων [οὗτοι] οἱ ξένοι καὶ ὑμεῖς μετ ̓ ἐκείνων. ἐξ

οὗ δ ̓ αὐτὰ καθ' αὐτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δ' ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασιν. καὶ παρακύψαντ ̓ ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς ̓Αρτάβαζον καὶ πανταχοῦ μᾶλλον οἴχεται πλέοντα, 47 ὁ στρατηγὸς δ ̓ ἀκολουθεῖ, εἰκότως· οὐ γὰρ ἔστ ̓ ἄρχειν μὴ διδόντα μισθόν. τί οὖν κελεύω; τὰς 25 προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτών, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας, ἐπεὶ νῦν γε γέλως ἔσθ ̓ ὡς χρώμεθα τοῖς πράγμασιν. εἰ γὰρ ἔροιτό τις ὑμᾶς, εἰρήνην ἄγετ ̓ ὦ ἄνδρες Αθηναῖοι; μὰ Δί ̓ οὐχ ἡμεῖς γ', εἴποιτ ̓ ἄν, ἀλλὰ Φιλίππῳ πολεμοῦμεν. οὐκ ἐχειροτονεῖτε δ ̓ ἐξ ὑμῶν αὐτῶν δέκα ταξι- 26 άρχους καὶ στρατηγοὺς καὶ φυλάρχους καὶ ἱππάρχους δύο; τί οὖν οὗτοι ποιοῦσιν; πλὴν ἑνὸς ἀνδρὸς ὃν ἂν πέμψητ ̓ ἐπὶ τὸν πόλεμον, οἱ λοιποὶ τὰς πομπὰς πέμπουσιν ὑμῖν μετὰ τῶν ἱεροποιῶν· ὥσπερ γὰρ οἱ πλάττοντες τοὺς πηλίνους, εἰς τὴν ἀγορὰν χειροτονεῖτε τοὺς ταξιάρχους καὶ τοὺς φυλάρχους, οὐκ ἐπὶ τὸν πόλεμον. οὐ γὰρ ἐχρῆν 27 ὦ ἄνδρες Αθηναῖοι ταξιάρχους παρ' ὑμῶν, ἵππαρχον παρ ̓ ὑμῶν, ἄρχοντας οἰκείους εἶναι, ἵν ̓ ἦν ὡς ἀληθῶς τῆς πόλεως ἡ δύναμις; ἀλλ ̓ εἰς μὲν Λῆμνον τὸν παρ ̓ ὑμῶν ἵππαρχον δεῖ πλεῖν, τῶν δ ̓ ὑπὲρ τῶν τῆς πόλεως κτημάτων ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν; καὶ οὐ τὸν ἄνδρα μεμφόμενος ταῦτα λέγω, ἀλλ ̓ ὑφ ̓ ὑμῶν ἔδει κεχειροτονημένον εἶναι τοῦτον, ὅστις ἂν ᾖ.

28

Ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι, τὸ δὲ τῶν χρημάτων, πόσα καὶ πόθεν ἔσται, μάλιστα ποθεῖτ ̓ ἀκοῦσαι. τοῦτο δὴ καὶ περαίνω. χρήματα τοίνυν· ἔστι μὲν ἡ τροφή, σιτηρέσιον μόνον, τῇ δυνάμει ταύτῃ τάλαντ ̓ ἐνενήκοντα καὶ μικρόν τι πρός· δέκα μὲν ναυσὶ ταχείαις τετταρά- 48 κοντα τάλαντα, εἴκοσιν εἰς τὴν ναῦν μναῖ τοῦ μηνὸς ἑκάστου, στρατιώταις δὲ δισχιλίοις τοσαῦθ ̓ ἕτερα, ἵνα δέκα τοῦ μηνὸς ὁ στρατιώτης δραχμὰς σιτηρέσιον λαμβάνῃ, τοῖς δ ̓ ἱππεῦσι διακοσίοις οὖσιν, ἐὰν τριάκοντα δραχμὰς ἕκαστος λαμβάνῃ 29 τοῦ μηνός, δώδεκα τάλαντα. εἰ δέ τις οἴεται μι κρὰν ἀφορμὴν εἶναι σιτηρέσιον τοῖς στρατευομένοις ὑπάρχειν, οὐκ ὀρθῶς ἔγνωκεν· ἐγὼ γὰρ οἶδα σαφῶς ὅτι, τοῦτ ̓ ἂν γένηται, προσποριεῖ τὰ λοιπὰ αὐτὸ τὸ στράτευμ ̓ ἀπὸ τοῦ πολέμου, οὐδένα τῶν Ἑλ λήνων ἀδικοῦν οὐδὲ τῶν συμμάχων, ὥστ ̓ ἔχειν μισθὸν ἐντελῆ. ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦθ ̓ οὕτως ἔχῃ. πόθεν οὖν ὁ πόρος τῶν χρημάτων, ἃ παρ' ὑμῶν κελεύω γενέσθαι ; τοῦτ ̓ ἤδη λέξω.

30

ΠΟΡΟΥ ΑΠΟΔΕΙΞΙΣ.

Α μὲν ἡμεῖς ὦ ἄνδρες Αθηναῖοι δεδυνή μεθ' εὑρεῖν ταῦτ ̓ ἐστίν. ἐπειδὰν δ ̓ ἐπιχειροτονῆτε τὰς γνώμας, ἂν ὑμῖν ἀρέσκῃ χειροτονήσετε, ἵνα μὴ μόνον ἐν τοῖς ψηφίσμασιν καὶ ταῖς ἐπιστολαῖς πολεμῆτε Φιλίππῳ, ἀλλὰ καὶ τοῖς ἔργοις.

31 Δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι,

εἰ τὸν τόπον ὦ ἄνδρες ̓Αθηναῖοι τῆς χώρας, πρὸς ἣν πολεμεῖτ ̓, ἐνθυμηθείητε, καὶ λογίσαισθ ̓ ὅτι τοῖς πνεύμασιν καὶ ταῖς ὥραις τοῦ ἔτους τὰ πολλὰ προλαμβάνων διαπράττεται Φίλιππος, καὶ φυλάξας τοὺς ἐτησίας ἢ τὸν χειμῶν ̓ ἐπιχειρεῖ, ἡνίκ ̓ ἂν ἡμεῖς μὴ δυναίμεθ ̓ ἐκεῖσ ̓ ἀφικέσθαι. δεῖ 32 τοίνυν ταῦτ ̓ ἐνθυμουμένους μὴ βοηθείαις πολεμεῖν 49 —ὑστεριοῦμεν γὰρ ἁπάντων—ἀλλὰ παρασκευῇ συνεχεῖ καὶ δυνάμει. ὑπάρχει δ' ὑμῖν χειμαδίῳ μὲν χρῆσθαι τῇ δυνάμει Λήμνῳ καὶ Θάσῳ καὶ Σκιάθῳ καὶ ταῖς ἐν τούτῳ τῷ τόπῳ νήσοις, ἐν αἷς καὶ λιμένες καὶ σῖτος καὶ ἃ χρὴ στρατεύματι πάνθ ̓ ὑπάρχει τὴν δ ̓ ὥραν τοῦ ἔτους, ὅτε καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων ἀσφαλές, πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων στόμασιν ῥᾳδίως ἔσται.

Α μὲν οὖν χρήσεται καὶ πότε τῇ δυνάμει, 33 παρὰ τὸν καιρὸν ὁ τούτων κύριος καταστὰς ὑφ ̓ ὑμῶν βουλεύσεται ἃ δ ̓ ὑπάρξαι δεῖ παρ' ὑμῶν, ταῦτ ̓ ἐστὶν ἁγω γέγραφα. ἂν ταῦτ ̓ ὦ ἄνδρες Αθηναῖοι πορίσητε, τὰ χρήματα πρῶτον λέγω, εἶτα καὶ τἆλλα παρασκευάσαντες, τοὺς στρατιώτας τὰς τριήρεις τοὺς ἱππέας, ἐντελῆ πᾶσαν τὴν δύναμιν, νόμῳ κατακλείσητ ̓ ἐπὶ τῷ πολέμῳ μένειν, τῶν μὲν χρημάτων αὐτοὶ ταμίαι καὶ πορισταὶ γιγνόμενοι, τῶν δὲ πράξεων παρὰ τοῦ στρατηγοῦ τὸν λόγον ζητοῦντες, παύσεσθ' ἀεὶ περὶ τῶν αὐτῶν βουλευόμενοι καὶ πλέον οὐδὲν ποιοῦντες, καὶ ἔτι πρὸς τούτῳ πρῶτον μὲν ὦ ἄνδρες Αθηναῖοι τὸν μέγιστον τῶν ἐκείνου πόρων

34

ἀφαιρήσεσθε. ἔστι δ ̓ οὗτος τίς; ἀπὸ τῶν ὑμετέ ρων ὑμῖν πολεμεῖ συμμάχων, ἄγων καὶ φέρων τοὺς πλέοντας τὴν θάλατταν. ἔπειτα τί πρὸς τούτῳ ; τοῦ πάσχειν αὐτοὶ κακῶς ἔξω γενήσεσθε, οὐχ ὥσπερ τὸν παρελθόντα χρόνον εἰς Λῆμνον καὶ Ιμβρον ἐμβαλὼν αἰχμαλώτους πολίτας ὑμετέρους ᾤχετ ̓ ἔχων, πρὸς τῷ Γεραιστῷ τὰ πλοῖα συλλαβὼν ἀμύθητα χρήματ ̓ ἐξέλεξε, τὰ τελευταῖ ̓ εἰς 50 Μαραθῶν ἀπέβη καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετ ̓ ἔχων τριήρη, ὑμεῖς δ ̓ οὔτε ταῦτα δύνασθε κωλύειν οὔτ ̓ εἰς τοὺς χρόνους, οὓς ἂν προθῆσθε, 35 βοηθεῖν. καίτοι τί δήποτ ̓ ὦ ἄνδρες Αθηναίοι νομίζετε τὴν μὲν τῶν Παναθηναίων ἑορτὴν καὶ τὴν τῶν Διονυσίων ἀεὶ τοῦ καθήκοντος χρόνου γίγνεσθαι, ἄν τε δεινοὶ λάχωσιν ἄν τ' ἰδιῶται οἱ τούτων ἑκατέρων ἐπιμελούμενοι, εἰς ἃ του σαῦτ ̓ ἀναλίσκετε χρήματα, ὅσ ̓ οὐδ ̓ εἰς ἕνα τῶν ἀποστόλων, καὶ τοσοῦτον ὄχλον καὶ παρασκευὴν ὅσην οὐκ οἶδ ̓ εἴ τι τῶν ἁπάντων ἔχει, τοὺς δ ̓ ἀποστόλους πάντας ὑμῖν ὑστερίζειν τῶν καιρῶν, τὸν εἰς Μεθώνην, τὸν εἰς Παγασάς, τὸν εἰς 36 Ποτείδαιαν ; ὅτι κεῖνα μὲν πάντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ, τίς χορηγὸς ἢ γυμνασίαρχος τῆς φυλῆς, πότε καὶ παρὰ τοῦ καὶ τί λαβόντα τί δεῖ ποιεῖν, οὐδὲν ἀνεξέ ταστον οὐδ ̓ ἀόριστον ἐν τούτοις ἠμέληται, ἐν δὲ τοῖς περὶ τοῦ πολέμου καὶ τῇ τούτου παρασκευῇ ἄτακτ ̓ ἀδιόρθωτ ̓ ἀόρισθ ̓ ἅπαντα. τοιγαροῦν ἅμ ̓ ἀκηκόαμέν τι καὶ τριηράρχους καθίσταμεν καὶ τούτοις ἀντιδόσεις ποιούμεθα καὶ περὶ χρημάτων

« ForrigeFortsett »