Sidebilder
PDF
ePub

395

A LIST OF SERVICES PERFORMED BY DEFENDANT'S

FATHER.

Ακούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεν- 58 τήκοντα γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς χρήμασι καὶ τῷ σώματι τῇ πόλει ἐλειτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι. 400 ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.

13

WITNESSES AS TO THE LIBERAL MANNER IN WHICH
DEFENDANT'S FATHER PERFORMED HIS ‘LITUR-
GIES.'

Τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα 59 τάλαντα καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδίᾳ τισὶ τῶν πολιτῶν ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δ ̓ ἐλύσατο ἐκ τῶν 405 πολεμίων, τοῖς δ ̓ εἰς ταφὴν παρεῖχεν ἀργύριον. καὶ ταῦτ ̓ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφελεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου.* μοι κάλει τὸν καὶ τόν.

FURTHER WITNESSES TO THE LIBERALITY OF
DEFENDANT'S FATHER.

και

§ 10. Now, a man could not keep up a hypocritical pretence of liberality through a long life of seventy years. 1 Reiskius voluit dikny, sed de impensis sui patris non de litibus agit orator. Η ́. μαρτύρων.

60

Facts speak for themselves. He once had a large property. If you now confiscate it, you will find barely two talents; and on this small remnant I am at this moment serving a trierarchy, and intend to follow in my father's path of disinterested patriotism.

6ι πώποτε.

Τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε 410 δὲ ὅτι ὀλίγον μὲν χρόνον δύναιτ ̓ ἄν τις πλάσασθαι τὸν τρόπον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδ ̓ ἂν εἷς λάθοι πονηρὸς ὤν. τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι ἐπικαλέσαι ἴσως, εἰς χρήματα δὲ οὐδεὶς οὐδὲ τῶν ἐχθρῶν ἐτόλμησε 415 οὔκουν ἄξιον τοῖς τῶν κατηγόρων λόγοις πιστεῦσαι μᾶλλον ἢ τοῖς ἔργοις, ἃ ἐπράχθη à ἐν ἅπαντι τῷ βίῳ, καὶ τῷ χρόνῳ, ὃν ὑμεῖς σαφέ στατον ἔλεγχον τοῦ ἀληθοῦς νομίσατε. εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολλῶν ὀλίγα κατέ- 420 λιπεν, ἐπεὶ εἰ νῦν γε ἐξαπατηθείητε ὑπὸ τούτων καὶ δημεύσαιθ ̓ ἡμῶν τὴν οὐσίαν, οὐδὲ δύο τάλαντα λάβοιτ ̓ ἄν. ὥστε οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ εἰς χρημάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι· πολὺ γὰρ πλείω ὠφελήσεσθε, 425 62 ἂν ἡμεῖς ἔχωμεν. σκοπεῖτε δὲ ἐκ τοῦ παρεληλυθότος χρόνου, ὅσα φαίνεται ἀνηλωμένα εἰς τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι δ', ὥσπερ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ 430 μικρὸν παρασκευάσασθαι εἰς τὰς κοινὰς ὠφελείας. ὥστε τῷ γ ̓ ἔργῳ τῆς πόλεως Η ταῦτ ̓ ἐστί, καὶ οὔτ ̓ ἐγὼ ἀφῃρημένος ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν δὲ 14 τῆς πόλεως, vulgo πάλαι. Alii aliter correxerunt, πάλαι ὑμέτερα, πάλαι τῆς πόλεως, πάλαι ταῦτ ̓ ἐστι κοινά. Francken vult ἔσται. Η ́. πάλιν τῆς πόλεως ταῦτ' ἔσται.

πλείους οὕτως αἱ ὠφέλειαι ἢ εἰ δημεύσαιτε. πρὸς 63 435 δὲ τούτοις ἄξιον ἐνθυμηθῆναι οἵαν φύσιν εἶχεν ὁ πατήρ. ὅσα γὰρ ἔξω τῶν ἀναγκαίων ἐπεθύμησεν ἀναλίσκειν, πάντα φανήσεται τοιαῦτα ὅθεν καὶ τῇ πόλει τιμὴ ἔμελλεν ἔσεσθαι. αὐτίκα ὅτε ἵππευεν, οὐ μόνον ἵππους ἐκτήσατο λαμπροὺς 440 ἀλλὰ καὶ ἀθλητάς, οἷς ἐνίκησεν Ἰσθμοῖ καὶ Νεμέᾳ, ὥστε τὴν πόλιν κηρυχθῆναι καὶ αὐτὸν στεφανωθῆναι. δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες 64 δικασταί, καὶ τούτων καὶ τῶν ἄλλων μεμνημένους ἁπάντων τῶν εἰρημένων βοηθεῖν ἡμῖν καὶ μὴ 445 περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ἀναιρεθέντας. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ ὑμῖν αὐτοῖς τὰ συμφέροντα.

ORATION ΧΙ. [22.]

FOR THE PROSECUTION. AGAINST THE CORN
DEALERS FOR ENGROSSING.'

§1. Though the prosecution of engrossers' in corn is legal, yet there is a certain prejudice against the promoter. I must first show that I do not act from spite. Originally the Boulè wished to deliver these men without trial to the Eleven for execution. I then spoke against that course, and advised that the ordinary form of trial should be used. I incurred odium for that, and I now wish to show that I was acting not from favour to the dealers but for the sake of legality.

Πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες δικα

2

σταί, θαυμάζοντες ὅτι ἐγὼ τῶν σιτοπωλῶν ἐν τῇ βουλῇ κατηγόρουν, καὶ λέγοντες ὅτι ὑμεῖς, εἰ ὡς μάλιστα αὐτοὺς ἀδικεῖν ἡγεῖσθε, οὐδὲν ἧττον καὶ τοὺς περὶ τούτων ποιουμένους λόγους συκοφαντεῖν 5 νομίζετε. ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων πρῶτον εἰπεῖν βούλομαι.

Ἐπειδὴ γὰρ οἱ πρυτάνεις ἀπέδοσαν εἰς τὴν βουλὴν περὶ αὐτῶν, οὕτως ὠργίσθησαν αὐτοῖς, ὥστε ἔλεγόν τινες τῶν ῥητόρων ὡς ἀκρίτους 10 αὐτοὺς χρὴ τοῖς ἕνδεκα παραδοῦναι θανάτῳ ζημιῶσαι. ἡγούμενος δὲ ἐγὼ δεινὸν εἶναι τοιαῦτα ἐθίζεσθαι ποιεῖν τὴν βουλήν, ἀναστὰς εἶπον ὅτι μοι δοκοίη κρίνειν τοὺς σιτοπώλας κατὰ τὸν νόμον, νομίζων, εἰ μέν εἰσιν ἄξια θανάτου εἰργα- 15 σμένοι, ὑμᾶς οὐδὲν ἧττον ἡμῶν γνώσεσθαι τὰ δίκαια, εἰ δὲ μηδὲν ἀδικοῦσιν, οὐ δεῖν αὐτοὺς 3 ἀκρίτους* ἀπολωλέναι. πεισθείσης δὲ τῆς βουλῆς ταῦτα, διαβάλλειν ἐπεχείρουν με λέγοντες ὡς ἐγὼ σωτηρίας ἕνεκα τῆς τῶν σιτοπωλῶν τοὺς 20 λόγους τούτους ἐποιούμην. πρὸς μὲν οὖν τὴν βουλήν, ὅτ ̓ ἦν αὐτοῖς ἡ κρίσις, ἔργῳ ἀπελογησάμην· τῶν γὰρ ἄλλων ἡσυχίαν ἀγόντων ἀναστὰς αὐτῶν κατηγόρουν, καὶ πᾶσι φανερὸν ἐποίησα ὅτι οὐχ ὑπὲρ τούτων ἔλεγον, ἀλλὰ τοῖς νόμοις 25 4 τοῖς κειμένοις ἐβοήθουν. ἠρξάμην μὲν οὖν τούτων ἕνεκα, δεδιὼς τὰς αἰτίας· αἰσχρὸν δ ̓ ἡγοῦμαι πρότερον παύσασθαι, πρὶν ἂν ὑμεῖς περὶ αὐτῶν ὅ τι ἂν βούλησθε ψηφίσησθε.

§ 2. First, I will show by an examination of the

* Roll ἀδίκως.

dealers that they have broken the law in buying up above the legal quantity of corn. They plead that they were acting under the orders of the corn-inspectors. That is no defence to the charge, unless the law contains a clause giving the inspectors such dispensing power. But I will prove that the plea is false. The only advice they got from an inspector was to cease bidding against each other, and to be content with the legal profit.

30 Καὶ πρῶτον μὲν ἀνάβηθι καὶ εἰπὲ σὺ ἐμοί, 5 μέτοικος εἶ; Ναί. Μετοικεῖς δὲ πότερον ὡς πεισόμενος τοῖς νόμοις τοῖς τῆς πόλεως, ἢ ὡς ποιήσων ὅ τι ἂν βούλῃ; Ως πεισόμενος. Αλλο τι οὖν ἢ ἀξιοῖς ἀποθανεῖν, εἴ τι πεποίηκας παρὰ 35 τοὺς νόμους, ἐφ ̓ οἷς θάνατος ἡ ζημία ; Ἔγωγε. ̓Απόκριναι δή μοι, εἰ ὁμολογεῖς πλείω σῖτον συμπρίασθαι πεντήκοντα φορμῶν, ὧν ὁ νόμος ἐξεῖναι κελεύει. Ἐγὼ τῶν ἀρχόντων κελευόντων συνεπριάμην.

40

*Αν μὲν τοίνυν ἀποδείξῃ, ὦ ἄνδρες δικασταί, 6 ὡς ἔστι νόμος ὃς κελεύει τοὺς σιτοπώλας συνωνεῖσθαι τὸν σίτον, ἂν οἱ ἄρχοντες κελεύωσιν, ἀποψηφίσασθε· εἰ δὲ μή, δίκαιον ὑμᾶς καταψηφίσασθαι. ἡμεῖς γὰρ ὑμῖν παρεσχόμεθα τὸν 45 νόμον, ὃς ἀπαγορεύει μηδένα τῶν ἐν τῇ πόλει πλείω σῖτον πεντήκοντα φορμῶν συνωνεῖσθαι.

Χρῆν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἱκανὴν η εἶναι ταύτην τὴν κατηγορίαν, ἐπειδὴ οὗτος μὲν ὁμολογεῖ συμπρίασθαι ὁ δὲ νόμος ἀπαγορεύων 50 φαίνεται, ὑμεῖς δὲ κατὰ τοὺς νόμους ὀμωμόκατε ψηφιεῖσθαι· ὅμως δ ̓ ἵνα πεισθῆτε ὅτι καὶ κατὰ τῶν ἀρχόντων ψεύδονται, ἀνάγκη καὶ μακρότερον

« ForrigeFortsett »