Sidebilder
PDF
ePub

2. Give a general description of two prevailing systems of laying out and working coal mines.

3. Describe some of the methods adopted for ventilating quartz and alluvial mines.

4. Explain how air currents are distributed through the workings of a colliery.

5. Describe "stamp-heads," shoes, "false-bottoms," gratings. How are they fixed in position? What are their advantages or disadvantages?

6. How would you form a watertight joint between two pump pipes?

7. Describe coal basins faulted and not faulted.

8. Describe the different methods of supporting ground in mines with timber.

9. What is the "casing" of a quartz reef? Describe its characteristics as it occurs above and below the original water level.

NOTE.-Illustrative diagrams will enhance the value

of answers.

THIRD HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATIONS.

The Board of Examiners.

Translate, with explanatory notes where you consider them necessary—

1.

2.

“ Εὖ δὴ ταῦτά γ' ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
̓Αλλ' οὗτος μὲν νῦν σοὶ ἅμ' ἕψεται, ὄφρα κεν εὕδῃ
Σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ ̓ ἐπὶ νῆα μέλαιναν
Εἶμ', ἵνα θαρσύνω θ' ἑτάρους εἴπω τε ἕκαστα.
Οἷος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι
Οἱ δ' ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἔπονται,
Πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
Ενθα κε λεξαίμην κοίλῃ παρὰ νηῒ μελαίνῃ
Νῦν· ἀτὰρ ἦῶθεν μετὰ Καύκωνας μεγαθύμους
Εἶμ', ἔνθα χρεῖός μοι οφέλλεται, οὔ τι νέον γε
Οὐδ ̓ ὀλίγον· σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
Πέμψον σὺν δίφρῳ τε καὶ υἱει· δὸς δὲ οἱ ἵππους,
δέ
Οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.”

Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐστὶ πάντα τινὰ ἔχειν. τοῦτο μὲν γὰρ, τὰ προλελεγμένα, ὡς ἀνὴρ ἄκρος ἐλευθερῶν τὴν πατρίδα· τοῦτο δὲ, τὰ ἐν Ὀλυμπίῃ ἐποίησε, ἵππῳ νικήσας, τεθρίππῳ δὲ δεύτερος γενόμενος, Πύθια δὲ πρότερον ἀνελόμενος, ἐφανερώθη ἐς τοὺς Ἕλληνας πάντας μεγίστησι δαπάνῃσι· τοῦτο δὲ, κατὰ τὰς ἑωυτοῦ θυγατέρας, ἐούσας G 2

τρεῖς, οἷός τις ἀνὴρ ἐγίνετο. ἐπειδὴ γὰρ ἐγένοντο γάμου ὡραῖαι, ἔδωκέ σφι δωρεὴν μεγαλοπρεπεστάτην, ἐκείνῃσί τε ἐχαρίσατο· ἐκ γὰρ πάντων τῶν ̓Αθηναίων, τὸν ἑκάστη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξασθαι, ἔδωκε τούτῳ τῷ ἀνδρί.

3. ΣΥ. ὦνθρωπε ποδαπός ; ΜΕ. χοιροπώλας μεγαρικός. ΣΥ. τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ

4.

πολέμια καὶ σέ. ΜΕ. τοῦτ ̓ ἐκεῖν ̓, ἵκει πάλιν
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμὶν ἔφυ.

ΣΥ. κλάων μεγαρεῖς. οὐκ ἀφήσεις τὸν σάκον ;
ΜΕ. Δικαιόπολι Δικαιόπολι φαντάζομαι.

ΔΙ. ὑπὸ τοῦ; τίς ὁ φαίνων σ' ἐστίν ; ἁγορανόμοι,
τοὺς συκοφάντας οὐ θύραζ' ἐξείρξετε ;

τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος ;
ΣΥ. οὐ γὰρ φανῶ τοὺς πολεμίους ; ΔΙ. κλάων γε σύ,
εἰ μὴ 'τέρωσε συκοφαντήσεις τρέχων.

ΜΕ. οἷον τὸ κακὸν ἐν ταῖς ̓Αθάναις τοῦτ' ἔνι.
ΔΙ. θάρρει Μεγαρίκ· ἀλλ ̓ ἧς τὰ χοιρίδι ̓ ἀπέδου

τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
καὶ χαῖρε πόλλ'. ΜΕ. ἀλλ ̓ ἁμὲν οὐκ ἐπιχώριον.
ΔΙ. πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ ̓ ἐμοί.

Οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ελληνικῷ, καὶ τὸ εύηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη, τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν· οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός, κρείσσους δὲ ὄντες ἅπαντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προεσκόπουν ἢ πιστεῦσαι ἐδύναντο. καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥσσους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν. οἱ δὲ

5.

καταφρονοῦντες κἂν προαισθέσθαι, καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν ἃ γνώμη ἔξεστιν, ἄφρακτοι μᾶλλον διεφθείροντο.

ἡδὺς ἐν οὔρεσιν, ὅταν
ἐκ θιάσων δρομαίων

πέσῃ πεδόσε, νεβρίδος ἔχων
ἱερὸν ἐνδυτὸν, ἀγρεύων

αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν,
ἱέμενος εἰς ὅρεα Φρύγια, Λύδια.
ὁ δ' ἔξαρχος Βρόμιος, εὐοῖ.

ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ' οίνῳ, ῥεῖ δὲ μελισσᾶν
νέκταρι, Συρίας δ ̓ ὡς λιβάνου καπνός.
ὁ βακχεὺς δ' ἔχων
πυρσώδη φλόγα πεύκας
ἐκ νάρθηκος ἀΐσσει

δρόμῳ, χοροὺς ἐρεθίζων πλανάτας,

ἰαχαῖς τ' ἀναπάλλων,

τρυφερὸν πλόκαμον εἰς αἰθέρα ῥίπτων.

6. Gorgo.

ὦ τᾶς ἀλεμάτω ψυχᾶς μόλις ἔμμιν ἐσώθην, Πραξινόα, πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων· παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες

ὁ δ ̓ ὁδὸς ἄτρυτος· τὺ δ ̓ ἑκαστέρω ὦ μέλ ̓ ἀποικεῖς. Praxinoe.

ταῦθ ̓ ὁ πάραρος τῆνος ἐπ ̓ ἔσχατα γᾶς ἔλαβ ̓ ἐνθὼν ἐλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες ἀλλάλαις, ποτ ̓ ἔριν, φθονερὸν κακόν, αἰὲν ὅμοιος.

Gorgo.

μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα, τῶ μικκῶ παρεόντος. ὄρη, γύναι, ὡς ποθορῇ τυ. θάρσει, Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν. αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν, καλὸς ἀπφῦς.

7.

Praxinoe.

ἀποῦς μὲν τῆνος πρώην, (λέγομες δὲ πρώαν θὴν πάντα) νίτρον καὶ φύκος ἀπὸ σκανᾶς ἀγοράσδων, κἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπαχυς.

εἶτα

Τὶ οὖν ποιήσωμεν ; αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος. νῦν ἐγὼ οὐχ ὁρῶ τί ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ μαίνομαι; ναί. ἀλλ' ἐνταῦθά που θῶ τὸ ἀγαθὸν, ἐν τοῖς προαιρετι κοῖς; πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς, χρυσοῦς δακτυλίους ἔχων πολλούς. ἐπισείσας τὴν κεφαλὴν ἐρεῖ, ̓Ακουσόν μου τέκνον. δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν· ταῦτα μωρά ἐστι, σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν· τί δὲ σοι ποιητέον ἐστὶ σὺ κάλλιον οἶδας ἢ οἱ φιλόσοφοι. "Ανθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα ; τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω ; ἂν σιωπῶ, ῥήγνυται. ἐκείνως δεῖ λέγειν· ὅτι, Σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν· οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι.

-Epictetus.

LATIN TRANSLATIONS.

The Board of Examiners.

Translate into English, adding notes upon unusual constructions, and upon any phrases or allusions. requiring explanation

(1)

Me nec Chimaerae spiritus igneae
Nec, si resurgat, centimanus Gyas
Divellet unquam: sic potenti
Justitiae placitumque Parcis.

Seu Libra seu me Scorpios adspicit
Formidolosus pars violentior

« ForrigeFortsett »