Sidebilder
PDF
ePub
[graphic]

οι οὐκ ἐπίθοντο.

3

είνετο, πολλὰ δὲ μῆλα λίποδας ἕλικας βοῦς. ίκονες Κικόνεσσι γεγώ

αν πλέονες καὶ ἀρείους
μενοι μὲν ἀφ ̓ ἵππων
Οι χρὴ πεζὸν ἐόντα.
καὶ ἄνθεα γίγνεται ὥρῃ,
Διὸς αἶσα παρέστη

νεα πολλὰ πάθοιμεν.
ἔχην παρὰ νηυσὶ θοῇσιν,
ήρεσιν ἐγχείησιν.
στο ἱερὸν ἦμαρ,

μεν πλέονάς περ ἐόντας·
στο βουλυτόνδε,

αν δαμάσαντες ̓Αχαιούς. ευκνήμιδες ἑταῖροι

μεν θάνατόν τε μόρον τε. ἔομεν ἀκαχήμενοι ἦτορ, τους ὀλέσαντες ἑταίρους. λες κίον ἀμφιέλισσαι, ἄρων τρὶς ἕκαστον ἀΰσαι, νων υπο δῃωθέντες. Βορέην νεφεληγερέτα Ζεὺς δὲ νεφέεσσι κάλυψεν θρώρει δ' οὐρανόθεν νύξ. Επικάρσιαι, ἱστία δέ σφιν

εἴδετ ̓, ἐγὼ δ ̓ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
εἴμ' Οδυσεύς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
ναιετάω δ ̓ Ἰθάκην εὐδείελον· ἐν δ ̓ ὄρος αὐτῇ,
Νήριτον εἰνοσίφυλλον αριπρεπές· ἀμφὶ δὲ νῆσοι
πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσιν,
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος·
αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἶν ἁλὶ κεῖται
πρὸς ζόφον—αἱ δέ τ ̓ ἄνευθε πρὸς ἠῶ τ' ἠέλιόν τε—
τρηχεῖ, ἀλλ ̓ ἀγαθὴ κουροτρόφος· οὔτοι ἔγωγε
ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ιδέσθαι.
ἦ μέν μ' αὐτόθ ̓ ἔρυκε Καλυψώ, δια θεάων,
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
ὡς δ ̓ αὕτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
ἀλλ ̓ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
γίγνεται, εἴπερ καί τις ἀπόπροθι πίονα οἶκον
γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
εἰ δ ̓ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ ̓ ἐνίσπω,
ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.

Ιλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Ἰσμάρῳ· ἔνθα δ' ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δ' αὐ τούς·

ἐκ πόλιος δ ̓ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες δασσάμεθ ̓, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ἔνθ ̓ ἤτοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας

20

25

30

35

40

ἠνώγει, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.

45 ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς. τόφρα δ ̓ ἄρ ̓ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώ

νευν,

οἵ σφιν γείτονες ἦσαν ἅμα πλέονες καὶ ἀρείους ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφ ̓ ἵππων 50 ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. ἦλθον ἔπειθ ̓ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ, ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη ἡμῖν αἰνομόροισιν, ἵν ̓ ἄλγεα πολλὰ πάθοιμεν. στησάμενοι δ' ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσιν, 55 βάλλον δ ̓ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, τόφρα δ' ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας· ἦμος δ' Ηέλιος μετενίσσετο βουλυτόνδε, καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Αχαιούς. 6ο ἓξ δ ̓ ἀφ' ἑκάστης νηὸς ἐϋκνήμιδες ἑταῖροι ὤλονθ'· οἱ δ ̓ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.

Ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. οὐδ ̓ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, 65 πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀΰσαι, οἳ θάνον ἐν πεδίῳ Κικόνων ϋπο δρωθέντες. νηυσὶ δ ̓ ἐπῶρσ ̓ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεν γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ ̓ οὐρανόθεν νύξ. 7ο αἱ μὲν ἔπειτ ̓ ἐφέροντ ̓ ἐπικάρσιαι, ἱστία δέ σφιν

τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἂς ἀνέμοιο. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον, αὐτὰς δ ̓ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε. ἔνθα δύω νύκτας δύο τ ̓ ἤματα συνεχὲς αἰεὶ κείμεθ ̓, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. 75 ἀλλ ̓ ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ ̓ Ἠὼς, ἱστοὺς στησάμενοι ἀνά θ ̓ ἱστία λεύκ ̓ ἐρύσαντες ἥμεθα· τὰς δ ̓ ἄνεμός τε κυβερνῆταί τ ̓ ἴθυνον. καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν, ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν 80 καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων. Ἔνθεν δ ̓ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν πόντον ἐπ ̓ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν γαίης Λωτοφάγων, οἵτ ̓ ἄνθινον εἶδαρ ἔδουσιν. ἔνθα δ ̓ ἐπ ̓ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ ̓ ὕδωρ, 85 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. αὐτὰρ ἐπεὶ σίτοιό τ ̓ ἐπασσάμεθ ̓ ἠδὲ ποτῆτος, δὴ τότ ̓ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, οἵτινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες, ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ ̓ ἅμ ̓ ὀπάσσας. 90 οἱ δ' αἶψ' οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν· οὐδ ̓ ἄρα Λωτοφάγοι μήδονθ ̓ ἑτάροισιν ὄλεθρον ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι. τῶν δ ̓ ὅστις λωτοῖο φάγοι μελιηδέα καρπὸν, οὐκέτ ̓ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι, ἀλλ ̓ αὐτοῦ βούλοντο μετ ̓ ἀνδράσι Λωτοφάγοισιν λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,

95

« ForrigeFortsett »