BOOK IX WITH A COMMENTARY BY JOHN E. B. MAYOR M.A. PROFESSOR OF LATIN AND FELLOW OF London MACMILLAN AND CO 1884 [All Rights reserved] 2932. f. ΟΔΥΣΣΕΙΑΣ Ι. Αλκίνου ἀπόλογοι. Κυκλωπεία. Τὸν δ ̓ ἀπαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς· «'Αλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδ ̓ οἷος ὅδ ̓ ἐστὶ, θεοῖς ἐναλίγκιος αὐδήν. 5 οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι Α ἢ ὅτ ̓ ἐϋφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, δαιτυμόνες δ ̓ ἀνὰ δώματ ̓ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ ̓ ἐκ κρητῆρος ἀφύσσων το οινοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν· τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. σοὶ δ ̓ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθ', ὄφρ ̓ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. τί πρῶτόν τοι ἔπειτα, τί δ ̓ ὑστάτιον καταλέξω; 15 κήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες. νῦν δ ̓ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς |